Ancient Greek
610.1
Minucianus, Peri Epicheirematon 610.1
Unproofread scanNot analysed yet
πρὸς Λεπτίνην· εἰ γὰρ ὑπαρχουσῶν φησι τούτων φαίνονται τινες ἀνάξιοι, τί χρὴ προσδοκᾶν τότε, ὅταν παντελῶς μηδὲν πλέον εἶναι μέλλῃ τοῖς χρηστοῖς. Ἀπὸ δὲ τοῦ ἐμπεριεχομένου· περιέχεται τῇ κλοπῇ τὸ ἐπιορκεῖν, τὸ ἀγγεῖλαι τὰ ψευδῆ, τὸ Φωκέας ἀπολωλέναι, τὸ κατατρῖψαι τοὺς χρόνους, τὸ Θρᾴκην προδεδόσθαι. Ἀπὸ ὕλης· εἰ λέγοι τις ἂν τὴν Μακεδονίαν ξύλα ἄφθονα ἔχειν εἰς ναυπηγίαν, ὡς μηδὲ δεῖσθαι τῆς ἐν Πειραιεῖ ναυπηγίας. ὅπερ οὖν περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν εἴρηται. Ἀπὸ ἀφορμῶν· „ὁ δὲ ὡς οὐδὲν δεόμενος τῆς θαλάττης τριήρεις κατασκευάζεται, καὶ νεὼς οἴκους οἰκοδομεῖται. “ἐκ γὰρ τούτων τὸ ἐπιβουλεύειν τῇ θαλάττῃ τὸν Φίλιππον συνέστησεν. Ἀπὸ τοῦ ἅμα· „καὶ ἅμα Ἀρίστρατος ἐν Νάξῳ καὶ Ἀριστόλαος ἐν Θάσῳ, οἱ καθάπαξ ἐχθροὶ τῆς πόλεως, τοὺς Ἀθηναίων κρίνουσιν φίλους, καὶ Ἀθήνησιν Αἰσχίνης Δημοσθένους κατηγορεῖ. “τεκμήριον γὰρ ἐστὶ τοῦ καὶ τούτων ἐχθρὸν εἶναι τὸ ἐν τῷ αὐτῷ καιρῷ τὰ αὐτὰ τοῖς ὁμολογημένοις ἐχθροῖς πράττειν. Ἀπὸ τοῦ γένους· γένος δὲ ἐστὶ τὸ πλείονα εἴδη περιέχον· οἷον ἐὰν εἴπῃς ζῷον καὶ ἄνθρωπον, ἐρεῖς καὶ ἵππον καὶ κύνα καὶ βοῦν, καὶ ὅσα ἄλλα εἰς τοῦτο τὸ ὄνομα τὴν ἀφορμὴν ἔχει· ἂν μὲν οὖν εἴπῃς, Χαβρίαν πολλὰς νίκας νενικηκέναι, γενικῶς εἴρηκας· ἐὰν δὲ καὶ ὀνομαστὶ μνημονεύῃς τῶν ἐν Αἰγύπτῳ, τῶν πρὸς Πελοποννήσῳ,