Ancient Greek · ~3 min
Section 1
Mithridatis Epistula, Epistula 1
Not analysed yet
Τὰς Βρούτου ἐθαύμασα πολλάκις ἐπιστολάς, οὐ μόνον δεινότητος καὶ συντομίας χάριν, ἀλλὰ καὶ ὡς ἡγεμονικοῦ φρονήματος ἐχούσας χαρακτῆρα· ἐοίκασι γὰρ οὐδὲν νομίζειν καλόν, εἰ μὴ καὶ μεγαλοψυχίας ἔχοιτο. ἐγὼ δ’ ἃ μὲν περὶ τῶν τοιούτων φρονῶ λόγων οὐδ’ ἐν τῷδε ἀξιῶ διαμφισβητεῖν· ἀποφαίνοντος δὲ σοῦ δυσαποκρίτως αὐτὰς ἔχειν, ᾠήθην δεῖν πεῖραν ποιήσασθαι τῆς ἀντιγραφῆς καὶ πορίσασθαι λόγους, οἵους εἰκὸς ἦν ἕκαστον ἀποκρίνασθαι τῶν ἐπεσταλκότων. ἦν δὲ δυσεύρετος ἡ ἐπιβολὴ κατ’ ἄγνοιαν τῆς τότε περὶ τὰς πόλεις τύχης τε καὶ γνώμης· οὐ μὴν ταύτῃ γε ἀνῆκα τὴν ὁρμήν, ἀλλὰ τὰ μὲν ἐξ ἱστοριῶν ἐπιλεξάμενος, τὰ δὲ ταῖς δευτέραις καὶ τρίταις ἐπιστολαῖς ὑποσημαίνεσθαι περὶ τῶν προτέρων συνεὶς οὐχ ἥκιστα παρέζευξα καὶ τὸν ἐξ ἐπινοίας κατάλογον.