Ancient Greek
Section 2
Mithridatis Epistula, Epistula 2
Not analysed yet
(2) φύσει δέ πως δυσχερὲς ἀποβαίνει τὸ εἰς ἀλλοτρίαν συνδραμεῖν εὐστοχίαν, ὁπότε καὶ ἰδίαν χαλεπὸν ἀναλογῆσαι. ὁ γοῦν Βροῦτος μυρίας ὡς εἰκὸς ἄνδρα πολλοῖς ἔθνεσι πολεμοῦντα διαπρεσβευσάμενος ἐπιστολάς, εἴτε ἰδίας εἴτε τινὸς τῶν εἰς ταῦτα μισθοῦ δοκίμων, μόνας ἐξέδωκε τὰς εὐφόρως γραφείσας διὰ τὸ ἀρκέσαι ταῖς ὀλίγαις μόλις τὴν διόρθωσιν. ὁπότε οὖν ἐκεῖνος ἠσθένησεν ἑαυτὸν ἐν πᾶσι μιμήσασθαι, πῶς οἷόν τε ἡμᾶς ἑτέρῳ ἐξομοιωθῆναι καὶ τῇ κατὰ σφᾶς ὁμοτονῆσαι προθέσει;