Ancient Greek · ~4 min
Dfhg-Source dfhg3_MNASEAS_PATRENSIS
MNASEAS PATRENSIS, Fragmenta 11
Not analysed yet
Λέγει Μνασέας ἐν τῇ Εὐρώπῃ [Δίος] Ἡρακλέους ἱερὸν εἶναι καὶ τῆς τούτου γαμετῆς, ἥν ᾄδουσιν οἱ ποιηταὶ τῆς Ἥρας θυγατέρα. Οὐκοῦν ἐν τῷ τοῦ νεὼ περιβόλῳ τιθασοὺς ὄρνιθας τρέφεσθαι πολλούς φησι, καὶ τοῦτο δὲ εἶναι ἀλεκτρυόνας τε καὶ ἀλεκτορίδας τούσδε τοὺς ὄρνις. Νέμονται δὲ καὶ συναγελάζονταί σφισι κατὰ γένος, καὶ δημοσίας ἔχουσι τροφὰς, καὶ τῶν θεῶν ἀναθήματά εἰσι τῶν προειρημένων. Αἱ μὲν οὖν ἀλεκτορίδας ἐν τῷ τῆς Ἥβης (Ἥρας codd.) νέμονται νεῷ, οἱ δὲ ἐν Ἡρακλέους οἱ τῶνδε γαμέται. Ὀχετὸς δὲ ἄρα ἀεννάου τε καὶ καθαροῦ ὕδατος διαρρεῖ μέσος. Θῆλυς μὲν οὖν οὐδὲ εἶς εἰς Ἡρακλέους πάρεισιν, οἱ δὲ ἄρρενες, ὅταν ᾖ καιρὸς ὑποθόρνυσθαι, ὑπερπέτονται τὸν ὀχετόν· εἶτα ὁμιλήσαντες ταῖς θηλείαις ἐπανίασιν εἰς τὰ σφέτερα αὗθις περὶ τὸν θεὸν ᾧ λατρεύουσιν, καθηράμενοι τῷ διείργοντι τὰ γένη τῶν ὀρνίθων ὕδατι. Τίκτεται οὖν, οἷα εἰκὸς, πρῶτα ἐκ τῆς ὁμιλίας ᾠά· εἶτα ὅταν αὐτὰ θάλψωσι καὶ ἐκλέψωσι τοὺς νεοττοὺς αἱ μητέρες, τοὺς υἱεῖς οἱ ἄρρενες παρ ̓ ἑαυτοὺς ἄγουσι καὶ ἐκτρέφουσιν, αἱ δὲ ὄρνις κἀκείναις ἐστὶ τρέφειν τὰς θυγατέρας.