Ancient Greek · ~7 min
12 to 20
MNASEAS PATRENSIS, Fragmenta 12-20
Not analysed yet
Μνασέας δ ̓ ἐν τρίτῳ τῶν Εὐρωπιακῶν Ἀνθηδόνος καὶ Ἀλκυόνης αὐτὸν (τὸν Γλαῦκον) γενεαλογεῖ. Ναυτικὸν δὲ αὐτὸν καὶ κολυμβητὴν ἀγαθὸν γενόμενον Πόντιον καλεῖσθαι· ἁρπάσαντα δὲ Σύμην, τὴν Ἰαλύσου καὶ Δωτίδος Θυγατέρα, ἀποπλεῦσαι εἰς τὴν Ἀσίαν, καὶ τὴν ἐγγὺς τῆς Καρίας νῆσον ἔρημον κατοικίσαντα ἀπὸ τῆς γυναικὸς Σύμην αὐτὴν προσαγορεῦσαι. Ἐγγελᾶνες, ἔθνος Ἰλλυρίας, οἱ οὐτοὶ τοῖς Ἐγχελέαις, ὡς Μνασέας ἐν γ ̓ τῶν Περιηγήσεων. Οὐ μόνος δὲ ὁ Σαρδανάπαλλος διετέθρυπτο, ἀλλὰ καὶ Ἀνδρόκοττος ὁ Φρύξ. Καὶ γὰρ οὗτος ἐνεδύσατο ἀνθινὴν ἐσθῆτα καὶ γυναικὸς εὐπρεπέστερον ἐκοσμεῖτο, ὡς Μνασέας φησὶν ἐν τρίτῳ Εὐρώπης. Οἶδα δὲ καὶ τὴν Ὀδυσσέως τοῦ· φρονιμωτάτου καὶ συνετωτάτου ἀδελφὴν Φακῆν καλουμένην, ἣν ἄλλοι τινὲς Καλλιστὼ ὀνομάζουσιν, ὡς ἱστορεῖν Μνασέαν τὸν Πατρέα ἐν τρίτῳ Εὐρωπιακῶν φησὶ Λυσίμαχος ἐν τρίτῳ Νόστων. Πραξιδίκη· θεὸς ἧς κεφαλὴν μόνον ἱδρύοντο. Μνασέας δὲ ἐν τῷ Περὶ Εὐρώπης, Σωτῆρος καὶ τῆς ἀδελφῆς Πραξιδίκης γενέσθαι Κτήσιον υἱὸν, καὶ θυγατέρας Ὁμόνοιαν καὶ Ἀρετήν· ἃς ἀπὸ τῆς μητρὸς Πραξιδίκας κληθῆναι. Διονύσιος δὲ ἐν Κτίσεσιν Ὠγύγον θυγατέρας, Ἀλαλκομένειαν (Ἀλκομενίαν Phot.) ,Θελξίνειαν (Θελξινίαν Phot.) ,Αὐλίδα, ἃς ὕστερον Πραξιδίκας ὀνομασθῆναι. Βρόμιον ἔνθα τέκετο μάτηρ Διὸς γάμοις, κισσὸς ὃν περιστεφὴς ἑλικτὸς εὐθὺς ἔτι βρέφος χλοηφόροισιν ἔρνεσιν κατασκίοισιν ὀλβίσας ἐνώτισεν, βάκχιον χόρευμα παρθένοισι Θηβαίαισι καὶ γυναιξὶν εὐίοις.] Ἱστορεῖ γὰρ Μνασέας, ὅτι τῶν Καδμείων βασιλείων κεραυνωθέντων, κισσὸς περὶ τοὺς κίονας φυεὶς ἐκάλυψεν αὐτὸν, μὴ αὐθημερὸν καὶ ἐν μηδενὶ τὸ βρέφος διαφθαρῇ καλυφθέν. Διὸ καὶ περικιόνιος ὁ θεὸς ἐκλήθη παρὰ Θηβαίοις. Ὁμοίως τῷ ποιητῇ καὶ Ἑλλά· νικος τὴν Ἐριώπην μητέρα Αἴαντός (Ajacis Locri, Oilei f.) φησι. Φερεκύδης δὲ ἐν εω (I. e. ἐν πέμπτῳ) καὶ Μνασέας ἐν η' Ἀλκιμάχην· ὁ δὲ τῶν Ναυπακτικῶν ποιητὴς διώνυμον αὐτήν φησι· «Τὴν δὲ μεθ ̓ ὁπλοτάτην Ἐριώπην ἐξονόμαζεν, Ἀλκιμάχην δὲ πατήρ· τε καὶ Ἄδμητος καλέεσκεν.» Δωδώνη· Διτταὶ δ ̓ εἰσὶ Δωδῶναι, αὕτη καὶ ἡ ἐν Ἰταλίᾳ, καθάπερ ἄλλοι καὶ Μνασέας.