Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_MNASEAS_PATRENSIS
MNASEAS PATRENSIS, Fragmenta 25b
Not analysed yet
Νηρείδες τῶν τοῦ Νηρέως θυγατέρων διαφέρει, Δίδυμος ἐν Ὑπομνήματι Βακχυλίδου ἐπινικίων. Φησὶ γὰρ κατὰ λέξιν· «Εἰσὶ τοίνυν οἵ φασι διαφέρειν τὰς Νηρείδας τῶν τοῦ Νηρέως θυγατέρων· καὶ τὰς μὲν ἐκ Δωρίδος γνησίας αὐτοῦ θυγατέρας νομίζεσθαι, τὰς δὲ ἐξ ἄλλων ἤδη κοινότερον Νηρείδας καλεῖσθαι· καὶ τὰς μὴ γνησίας καὶ τὸν ἀριθμὸν [ν' εἶναι τὸν ἀρ. Correx. Vulcanius), πλείους δὲ τὰς ἄλλας. Ταῦτά φησι Μνασέας ἐν τοῖς Περὶ τῆς Εὐρώπης τὸν τρόπον τοῦτον.»