Ancient Greek · ~2 min
26 to 27
MNASEAS PATRENSIS, Fragmenta 26-27
Not analysed yet
Ὡς δὲ Μνασέας ἐν πρώτῳ Περὶ Ἀσίας, Ἰδαῖοι Δάκτυλοι λέγονται ἀπὸ τοῦ πατρὸς Δακτύλου καὶ τῆς μητρὸς Ἴδης. Μυοῦνται δὲ ἐν τῇ Σαμοθρᾴκῃ τοῖς Καβεῖροις, ὧν Μνασέας φησὶ καὶ τὰ ἀνόματα. Τέσσαρες δ ̓ εἰσὶ τὸν ἀριθμόν· Ἀξίερος, Ἀξιόκερσα, Ἀξιόκερσος. Ἀξίερος μὲν οὖν ἐστιν ἡ Δημήτηρ, Ἀξιόκερσα δὲ ἡ Περσεφόνη, Ἀξιόκερσος δὲ ὁ ᾌδης· ὁ δὲ προστιθέμενος τέταρτος, Κάσμιλος, ὁ Ἑρμῆς ἐστιν, ὡς ἱστορεῖ Διονυσόδωρος. Τοὺς δὲ μυοῦντας ἐν Σαμοθρᾴκῃ Καβείρους εἶναί φησι Μνασέας τρεῖς ὄντας τὸν ἀριθμὸν, Ἀξίερον, etc. . . . ᾍδην. Οἱ δὲ προστιθέασι καὶ τέταρτον, Κάσμιλον. Ἔστι δὲ οὗτος ὁ Ἑρμῆς, ὡς ἱστορεῖ Διονυσόδωρος.