Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_MNASEAS_PATRENSIS
MNASEAS PATRENSIS, Fragmenta 28
Not analysed yet
Δάρδανος, πόλις Τρωάδος, ἡ πρότερον Τευκρίς. Μνασέας δέ φησιν, ὅτι Δάρδανος ἐξιὼν ἐκ τοῦ νεὼ τῆς Ἀθηνᾶς τὸ Παλλάδιον ἀράμενος ἀφίκετο εἰς Σαμοθρᾴκην μετὰ Ἁρμονίας καὶ Ἰασίωνος, τῶν ἀδελφῶν· κἀκεῖ διάγοντα Κάδμος ὁ Ἀγήνορος ἐφιλοποιήσατο· καὶ ἀποθανούσης Τηλεψάης (1. Τηλεφάσσης) γαμεῖ τὴν Ἁρμονίαν ὁ Κάδμος καὶ ἀποστέλλει τὸν Δάρδανον εἰς τὴν Ἀσίαν μετὰ τῶν ἑταίρων πρὸς Τεῦκρον τὸν Τρῶα· ὁ δὲ Τρὼς ἀναγνωρίσας τὸν Δάρδανον δίδωσιν αὐτῷ τὴν θυγατέρα Βάτειαν καὶ ἀποθνήσκων τὴν βασιλείαν. Καὶ πόλιν, ᾤκισε Δάρδανον, καὶ Δαρδανίαν τὴν χώραν ὠνόμασεν, ἣ Τευκρὶς πρότερον ἐκαλεῖτο.