Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_MNASEAS_PATRENSIS
MNASEAS PATRENSIS, Fragmenta 32
Not analysed yet
Μνασέας δὲ ἐν δευτέρῳ Περὶ Ἀσίας φησὶν οὕτως· «Ἐμοὶ μὲν ἡ Ἀτεργάτις δοκεῖ χαλεπὴ βασίλισσα γεγονέναι, καὶ τῶν λαῶν σκληρῶς ἐπεστατηκέναι, ὥστε καὶ ἀπονομίσαι αὐτοῖς ἰχθὺν μὴ ἐσθίειν, ἀλλὰ πρὸς αὐτὴν ἀναφέρειν, διὰ τὸ ἀρέσαι αὐτῇ τὸ βρῶμα. Καὶ διὰ τόδε νόμιμον ἔτι διαμένειν, Ἐπὰν εὔξωνται τῇ θεῷ, ἰχθῦς ἀργυροῦς ἢ χρυσοῦς ἀνατιθέναι· τοὺς δὲ ἱερεῖς πᾶσαν ἡμέραν τῇ θεῷ ἀληθινοὺς ἰχθῦς ἐπὶ τὴν τράπεζαν ὀψοποιησαμένους παρατιθέναι, ἑφθούς τε ὁμοίως καὶ ὀπτοὺς, οὓς δὴ αὐτοὶ καταναλίσκουσιν οἱ τῆς θεοῦ ἱερεῖς. »Καὶ μικρὸν προελθὼν πάλιν φησίν· «Ἡ δέ γε Ἀτεργάτις, ὥσπερ Ξάνθος λέγει ὁ Λυδὸς, ὑπὸ Μόψου (1. Μόξου) τοῦ Λυδοῦ ἀλοῦσα κατεποντίσθη μετὰ Ἰχθύος τοῦ υἱοῦ ἐν τῇ περὶ Ἀσκάλωνα λίμνῃ διὰ τὴν ὕβριν, καὶ ὑπὸ τῶν ἰχθύων κατεβρώθη.»