Ancient Greek
33 to 46
MNASEAS PATRENSIS, Fragmenta 33-46
Not analysed yet
Μνασέας δ ̓ ὁ Πατρεύς φησιν· «Ἰχθύος δὲ γίνεται καὶ Ἡσυχίας τῆς ἀδελφῆς Γαλήνη καὶ Μύραινα καὶ Ἠλακατῆνες.» Μέμηνται δὲ τούτων καὶ Ἱερώνυμος ὁ τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συγγραψάμενος, καὶ Μνασέας δὲ καὶ ἄλλοι πλείους. Μνασέας δὲ ὁ Παταρεὺς ἑρμαφρόδιτον τὸν Πρίαπον λέγει. Σαβοί· Δημοσθένης Ὑπὲρ Κτησιφῶντος (§260). Οἱ γὲν Σαβοὺς λέγεσθαι τοὺς τελουμένους τῷ Σαβαζίῳ, τουτέστι τῷ Διονύσῳ, καθάπερ καὶ Διόνυσόν φασιν ἄλλοι τε καὶ Ἀμφίθεος β' Περὶ Ἡρακλείας. Οὕτω δέ φασι καὶ τοὺς Ἕλληνάς τινες (τῶν Ἑλλήνων τινὰς Suid.) τοὺς Βάκχους Σαβοὺς καλεῖν. Μνασέας δὲ ὁ Πατρεὺς υἱὸν εἶναί φησι τοῦ Διονύσου Σαβάζιον. Ἐῶ δὲ Μνασέαν τῷ Ἐπάφῳ προστιθέντα τὸν Διόνυσον καὶ τὸν Ὅσιριν καὶ τὸν Σάραπιν. Μὴ ἔνι δούλων πόλις· πόλις· πόλις ἐστὶν ἐν Λιβύῃ Δούλων πόλις καλουμένη, ὡς Μνασέας ἱστορεῖ ὁ Πατρεύς (Παταρεὺς cod. Vat.) **καὶ τὸν εἰς ἐλευθερίαν* ἀναβοῶντα λέγειν· Οὐκ ἔστι δούλων οὐδ ̓ ἐλευθέρων πόλις **ἐν ᾗ μόνος ἐλεύθερός ἐστιν ὁ τῆς Ἀρτέμιδος ἱερεύς. Μνασέας δέ φησι κατ ̓ ἰδίαν αὐτὴν (sc. τὴν Κυρήνην) προαίρεσιν ἐς Λιβύην ἐληλυθέναι, οὐκ ἀπ ̓ Ἀπόλλωνος διαχθεῖσαν. Βαρκαίοις ὄχοις· Λιβυκοῖς. Οὗτοι γὰρ ἐσπούδαζον περὶ ἱπποτροφίαν. Φασὶ δὲ αὐτοὺς καὶ πρώτους ἅρμα ζεῦξαι διδαχθέντας ὑπὸ Ποσειδῶνος· τὸ δὲ ἡνιοχεῖν ὑπὸ Ἀθηνᾶς, ὡς Μνασέας ἐν τοῖς Περὶ Λιβύης. Πύθου χελιδόνος· παροιμία ἀπό τινος Χελιβόνος θεολόγου ἀνδρὸς καὶ τερατοσκόπου καὶ περὶ τελετῶν διειλεγμένου, ὥς Μνασέας ὁ Πατρεὺς ἐν τῷ Περίπλῳ· οἱ δὲ ὅτι θρηνητικὸν τὸ ζῷον· οἱ δ ̓ ὅτι τὸ ἔαρ προσημαίνει. Στησίχορος ἐν δευτέρῳ Ὀρεστείας τὸν Παλαμήδην φησὶν εὑρηκέναι (τὰ γράμματα), Μνασέας δὲ Ἑρμῆν, ἄλλοι δὲ ἄλλον. Πιθανὸν δὲ κατὰ τόπον εὑρετὰς γεγενῆσθαι, διὸ καὶ ἄλλοι παρ ̓ ἄλλοις εἰσὶ χαρακτῆρες τῶν στοιχείων. Ἴουρα· μέμνηται Μνασέας. Μνασέας ὁ Πατρεὺς (Παταρεὺς cod.) ἐν τῇ τῶν Δελφικῶν χρησμῶν συναγωγῇ Εὐρυστέρνας ἱερόν φησιν ἀναστῆσαι.