Ancient Greek
262.1
Mullach Fpg2, Paratexta 262.1
Unproofread scanNot analysed yet
vous . Ἡν γὰρ δή ποτε ,ὦ Σόλων ,ὑπὲρ τὴν μεγίστην φθορὰν ὑδάσιν ἡ νῦν Ἀθηναίων οὖσα πόλις ἀρίστη πρὸς τε τὸν πόλεμον καὶ κατὰ πάντα εὐνομωτάτη διαφερόντως · ἢ κάλλιστα ἔργα καὶ πολιτείαι γενέσθαι λέγονται κάλλιστα πασῶν ,διόσον ὑπὸ τὸν οὐρανὸν ἡμεῖς ἄκοιι παρεδεξάμεθα . [§6 . ]Ἀκούσας οὖν ὁ Σόλων ἔφη θαυμάσαι καὶ πᾶσαν προθυμίαν σχεῖν ,δεόμενος τῶν ἱερῶν πάντα δι 'ἀκριβείας οἱ τὰ περὶ τῶν πάλαι πολιτῶν ἐξῆς διελθεῖν . Τὸν οὖν ἱερέα φάναι ,Φθόνος οὐδεὶς ,ὦ Σόλων ,ἀλλὰ σοὶ τε ἔνεκα ἑαυτῶν καὶ τῆς πόλεως ὑμῶν ,μάλιστα δὲ τῆς θεοῦ χάριν ,ἡ τήν τε ἑμετέραν καὶ τήνδ 'ἔλαχε καὶ ἐθρέφε καὶ ἐπαίδευσε · προτέραν μὲν τὴν παρ 'ὑμῖν ἑτεσι χιλίοις ,ἐκ Γῆς τε καὶ Ἥφαιστοῦ τὸ σπέρμα παραλαβοῦσα ὑμῶν ,τήνδε δὲ ὑστέραν . Τῆς δὲ ἐνθαδὶ διακοσμήσεως παρ 'ἡμῖν ἐν τοῖς ἱεροῖς γράμμασιν ὀκτακιςχιλίων ἐτῶν ἀριθμὸς γέγραπται . Περὶ δὲ τῶν ἐνακιςχιλίων γεγονότων ἐτῇ πολιτῶν σοι δῶσω διὰ βραχέων νόμους τε καὶ τῶν ἔργων αὐτῶν δ καλλίστον ἐπράχθη · τὸ δι 'ἀκριβὲς περὶ πάντων ἐφεξῆς εἰσαθῦς κατὰ σχολήν ,αὐτὰ τὰ γράμματα λαβὼν τες ,διέξῃμεν . Τοὺς μὲν οὖν νόμους σκόπει πρὸς τοὺς τῆδε · πολλὰ γὰρ παραδειγματα τῶν τότε παρ 'ἡμῖν ἄντων ἐνθάδε νῦν ἀνευρίσκεις ,πρώτων μὲν τὸ τῶν ἱερῶν γένος ἀπὸ τῶν ἄλλων χωρὶς ἀφωρισμένον ,μετὰ δὲ τούτο τὸ τῶν δημιουργῶν ,ὅτι καθ 'αὐτὸ ἕκαστον ἄλλω δὲ οὐκ ἐπιμιγνύμενον δημιουργεῖ ,καὶ τε τῶν νομέων καὶ τῶν θηρευτῶν τὸ τῶν γεωργῶν . Καὶ δὴ καὶ τὸ μάχιμον γένος ἡσύχασάι που τῆδε ἀπὸ πάντων τῶν γενῶν κεχωρισμένον ,οὐδὲν ἄλλο πλὴν τὰ περὶ τὸν πόλεμον ὑπὸ τοῦ νόμου προσετάχθη μελεῖν . Ἔτι δὲ ἡ τῆς ὀπλίσεως αὐτῶν σχέσις ἀσπίδων καὶ δοράτων ,οἷς ἡμεῖς πρώτοι τῶν περὶ τὴν Ἀσίαν ὠπλισάμεθα ,τῆς θεοῦ ,καθάπερ ἐν ἐκείνοις τοῖς τόποις ,παρ 'ἡμῖν πρώτοις ἐνδείξαμένης . Τὸ δι 'αὐ περὶ τῆς φρονήσεως ,ὅραξ πού τὸν νόμον τῆδε ὅσγν ἐπιμελεῖαν ἐποιήσατο εὐθὺς κατ 'ἀρχὰς περὶ τε τὸν κόσμον ἀπαντα ,μέχρι μαντικῆς καὶ ἰατρικῆς πρὸς ὑγίειαν ,ἐκ τούτων θεῖον ὄντων εἰς τὰ ἀνθρώπινα ἀνευρῶν ,ὅσα τε ἄλλα τούτοις ἑπεται μαθήματα ,πάντα κτησάμενος . Ταύτην οὖν δὴ τότε ξύμπασαν τὴν διακόσμησιν καὶ σύνταξιν ἡ θεὸς προτέρους ὑμᾶς διακοσμήσασα κατώκισεν ,ἐκλεξαμένη τὸν τόπον ἐν ᾧ γεγένησθε ,τὴν εὐκρασίαν τῶν ἡμῶν ἐν αὐτῷ κατιδοῦσα ,ὅτι φρονιμωτάτους ἄνδρας οἶσαι . Ἄτ 'οὖν φιλοπόλεμός τε καὶ φιλόσοφος ἡ θεὸς ὅσα τὸν προσφερεστάτους αὐτῇ μέλλοντα οἴσειν τόπον ἄνδρας ,τοῦτὸν ἐκλεξαμένην πρώτον κατώκισεν . Ἄφεισε δὴ οὖν νόμους τε τοιούτους γράψοιεν καὶ ἐτὶ μᾶλλον εὐνομούμενοι πᾶση τε πάντας ἀνθρώπους ὑπερεβηχόσεσ ἀρετῇ ,καθάπερ εἴκός γεννήματα καὶ παιδεύματα θεῶν ὄντας . Πολλὰ μὲν οὖν ὑμῶν καὶ μεγάλα ἔργα τῆς πόλεως τῆδε γεγραμμένα θαυμάζεται ,πάντων μὴν ἐν ὑπερέχει μεγέθει καὶ ἀρετῇ · λέγει γὰρ τὰ γεγραμμένα ,ὅτγν ἡ πόλις ὑμῶν ἐπαυσέ ποτε δύναμιν ὑβρεῖ πορευομένην ἄμα ἐπὶ πᾶσαν Εὐρώπην καὶ Ἀσίαν ,ἐξωθεν ὀρυθείσαν ἐκ τοῦ Ἀτλαντικοῦ πελάγους .