Ancient Greek
263.1
Mullach Fpg2, Paratexta 263.1
Unproofread scanNot analysed yet
Τότε γὰρ πορεύοµεν ἦν τὸ ἐκεῖ πέλᾱγος · νήσων γὰρ πρὸ τοῦ στόµατος εἶχεν, ὁ καλεῖτε, ὡς φατε ὑµεῖς, Ἑρακλέους στήλας · ἡ δὲ νῆσος ἄµα Λιβύης ἦν καὶ Ἀσίας µείζων, ἐξ ἧς ἐπιβατὸν ἐπὶ τὰς ἄλλας νήσους τοῖς τότε ἐγίγνετο πορευοµένοις, ἐκ δὲ τῶν νήσων ἐπὶ τὴν καταντικρὸ πᾶσαν ἤπειρον τὴν περὶ τὸν ἀληθινὸν ἐκεῖνον πόντον. Τάδε µὲν γὰρ, ὅσα ἐντὸς τοῦ στό- µατος οὐ λέγοµεν, φαίνεται λιµὴν στενὸν τινα ἔχων εἰσπόλουν · ἐκεῖνο δὲ πέλᾱγος ὄντως ἡ τε περιέχουσα αὐτὸ γῆ πανταλῶς ἀληθῶς ὁρθῶτατ᾽ ἂν λέγοιτο ἤπειρος. Ἐν δὲ δὴ τῇ Ἀτλαντῖδι νήσῳ ταύτῃ µεγάλη συνὅση καὶ θαυµαστὴ δύναµις βασιλέων, κρατοῦσα µὲν ἀπάσης τῆς νήσου, πολλῶν δὲ ἄλλων νήσων καὶ µερῶν τῆς ἤπείρου· πρὸς δὲ τούτοις ἐκ τῶν ἐντὸς τῆδε Λιβύης µὲν ἤρχον µέχρι πρὸς Αἴγυπτον, τῆς δὲ Εὐρώπης µέχρι Τυρρηνίας. Αὕτη δὴ πᾶσα ξυναθροισθεῖσα εἰς ἓν ἡ δύναµις τῶν τε ῥαῦ ἡµῖν καὶ τῶν παρ᾽ ἡµῖν καὶ τὸν ἐντὸς τοῦ στόµατος πάντα τόπον µιᾷ ποτ᾽ ἐπεχείρησεν δηµῇ δουλωθῆναι. Τότε οὖν ὑµῶν, ὦ Σόλων, τῆς πόλεως ἡ δύναµις εἰς ἅπαντας ἀνθρώπους διαφανὴς ἀρετῇ τε καὶ ῥώµῃ ἐγένετο· πάντων γὰρ προστάσα εὐψυχίᾳ καὶ τέχναις ὅσαι κατὰ πολέµων, τὰ µὲν τῶν Ἑλλήνων ἠγούµενή, τὰ δ᾽ αὐτῇ µονωθεῖσα ἐξ ἀνάγκης τῶν ἄλλων ἀποστάτων, ἐπὶ τοὺς ἰσχύατους ἀρκοµένη κινδύνους, κρατήσασα µὲν τῶν ἐπὶτῶν τράπησε ἀνέστησε, τοὺς δὲ µήπω δεδουλωµένους διεκώλυσε δουλωθῆναι, τοὺς δ᾽ ἄλλους, ὅσοι κατοικούµεν ἐντὸς ὁρων Ἑρακλείων, ἀφθόνως ἅπαντας ἠλευθέρωσεν. Ὑστέρω δὲ χρόνῳ σεισµῶν ἐξαισίων καὶ καταχλυσµῶν γενοµένων, µιᾶς ἡµέρας καὶ νυκτὸς χαλεπῆς ἐλθούσης, τὸ τε παρ᾽ ὑµῶν µάχι- µον πᾶν ἀθρόον ἐδὺ κατὰ γῆς, ἡ τε Ἀτλαντὶς νῆσος ὡσαύτως κατὰ τῆς θαλάττης δύσα ἠφανίσθη· διὸ καὶ νῦν ἀπορὸν καὶ ἀδιερρεύτον γέγονε τοιούτῳ πελάγος, πηλοῦ κάρτα βαθεὸς ἄµποδὸν ὄντος, ὃν ἡ νῆσος ἴζο- µένη παρέχετο.