Ancient Greek
271.1
Mullach Fpg2, Paratexta 271.1
Unproofread scanNot analysed yet
XIX σώματος, ὡς δεσπότιν καὶ ἀρξούσαν ἀρξομένου, ἐυν-εστήσατο ἐκ τῶνδὲ τε καὶ τοιῶδε τρόπῳ. Τῆς ἀμερίστου καὶ δεὶ κατὰ ταῦτὰ ἔχούσης οὐσίας καὶ τῆς αὐ περὶ τὰ σώματα γιγνομένης μερι-στῆς, τρίτον δὲ ἀμφοῖν ἐν μέσῳ ἐυνεκεράσατο οὐσίας εἶδος, τῆς τε ταυτοῦ φύσεως αὐ περὶ καὶ τῆς ὑατέρου, καὶ κατὰ ταῦτα ἐυνέστησεν ἐν μέσῳ τοῦ τε ἀμεροῦς αὐτῶν καὶ τοῦ κατὰ τὰ σώματα μεριστοῦ. Καὶ τρία λαβὼν αὐτὰ ὄντα συνεκεράσατο εἰς μίαν πάντα ἰδέαν, τὴν ὑατέρου φύσιν δύσμικτον οὖσαν εἰς ταύτον ἐυναρ-μόττων βία. Μιγνὺς δὲ μετὰ τῆς οὐσίας καὶ ἐκ τριῶν ποιησάμενος ἐν πάλιν ὅλον τοῦτο μοῖρας ὅσας προσῆκε διένειμεν, ἐκάστην δὲ ἐκ τε ταυτοῦ καὶ ὑατέρου καὶ τῆς οὐσίας μεμιγμένην. Ἦρχετο δὲ διαιρεῖν ὡδε. Μίαν ἀφεὶς τὸ πρῶτον ἀπὸ παντὸς μοῖραν, μετὰ δὲ ταύτην ἀφῆρει διπλασίαν ταύτης, τὴν δ᾽ αὐ τρίτην ἡμιολίαν μὲν τῆς δευτέρας, τριπλασίαν δὲ τῆς πρώτης,