Ancient Greek
271.2
Mullach Fpg2, Paratexta 271.2
Unproofread scanNot analysed yet
τετάρτην δὲ τῆς δευτέρας διπλὴν, πέμπτην δὲ τριπλὴν τῆς τρίτης, τὴν δ᾽ ἕκτην τῆς πρώτης ὀκτα-πλασίαν, ἐξόμην δὲ ἐπτακαιεκοσπλασίαν τῆς πρώτης. Μετὰ δὲ ταῦτα ἐυνεπλήρουτο τὰ τε διπλάσια καὶ τριπλάσια διαστήματα, μοῖρας ἐτι ἐκεῖθεν ἀπο-τέμνων καὶ τιθείς εἰς τὸ μεταξὺ τούτων, ὥστε ἐν ἑκάστῳ διαστήματι δύο εἶναι μεσότητες, τὴν μὲν ταύτῳ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχουσαν καὶ ὑπερεχομένην, τὴν δ᾽ ἴσω μὲν κατ᾽ ἀριθμὸν ὑπερέχουσαν, ἴσω δὲ ὑπερε-χομένην. Ἡμιολίων δὲ διαστάσεων καὶ ἐπιτρίτων καὶ ἐπογδῶν γενομένων ἐκ τούτων τῶν δεσμῶν ἐν ταῖς πρόσθε διαστάσει, τῷ τοῦ ἐπογδοῦ διαστήματι τὰ ἐπίτριτα πάντα ἐυνεπλήρουτο, λείπον αὐτῶν ἐκά-στου μόριον, τῆς τοῦ μορίου ταύτης διαστάσεως λει-φθείσης ἀριθμοῦ πρὸς ἀριθμὸν ἔχούσης τοὺς ὅρους ἐξ καὶ πεντήκοντα καὶ διακοσίων πρὸς τρία καὶ τεττα-ράκοντα καὶ διακόσια. Καὶ δὴ τὸ μὲν ἐξ οὐ ταῦτα