Ancient Greek
272.1
Mullach Fpg2, Paratexta 272.1
Unproofread scanNot analysed yet
κατέτεμνεν, οὕτως ἤδη πᾶν καταναλῷκει. Ταύτην οὖν τὴν ὕστασιν πᾶσαν διπλὴν κατὰ μήκος σχίσας, μέσην πρὸς μέσην ἐκἀντερὰν ἀλλήλαις οἷον γῇ προσβαλὼν κατέκαμψεν εἰς κύκλον, ξυνάψας αὐτάς τε καὶ ἀλλήλαις ἐν τῷ καταντικρὺ τῆς προσβολῆς, καὶ τῇ κατὰ ταῦτά καὶ ἐν ταύτῳ περιαιγομένῃ κινήσει περὶ αὐτὰς ἔλαβε, καὶ τὸν μὲν ἔξω, τὸν δ’ ἔντος ἐποιεῖτο τῶν κύκλων. Τὴν μὲν οὖν ἔξω φορὰν ἐπεφήμισεν εἶναι τῆς ταύτου φύσεως, τὴν δ’ ἔντος τῆς ἑτέρας. Τὴν μὲν δὴ ταύτῳ κατὰ πλευρὰν ἐπὶ δεξιὰ περιήγαγε, τὴν δὲ ἑτέρας κατὰ διάμετρον ἐπ’ ἀριστερά. Κράτος δ’ ἔδωκε τῇ ταύτου καὶ ὁμοίου περιφορᾷ· μίαν γὰρ αὐτὴν ἀρίστον εἶασε, τὴν δ’ ἔντος σχίσας ἐξάχθ’ ἑπτὰ κύκλους ἀνίσους κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν ἑκάστην, οὕσων ἐκατέρων τριῶν, κατὰ τάναντία μὲν ἀλλήλοις προσέταξεν ἴναι τοὺς κύκλους, τάχει δὲ τρεῖς μὲν ὁμοίως, τοὺς δὲ τέτταρας ἀλλήλοις καὶ τοῖς τρισὶν ἀνομοίως, ἐν λόγῳ δὲ φερομένους.