Ancient Greek
273.4
Mullach Fpg2, Paratexta 273.4
Unproofread scanNot analysed yet
τοῦ ζώου φύσις ἐτύγχανεν οὖσα αἰώνιος. Καὶ τούτω μὲν δὴ τῷ γεννητῷ παντελῶς προσάπτειν οὐκ ἤν δυνατόν· εἰκόω δ' ἐπινοεῖ κινητὸν τινα αἰῶνος ποιήσαι, καὶ διακοσμῶν ἅμα οὐρανὸν ποιεῖ μένοντος αἰῶνος ἐν ἐνὶ κατ' ἀριθμὸν ἰούσαν αἰώνιον εἰκόνα, τοῦτον δὲ δὴ χρόνον ὀνομάζομεν. Ἡμέρας γὰρ καὶ νύκτας καὶ μήνας καὶ ἔνιαυτοὺς οὐκ ὄντας πρὶν οὐρανὸν γενηθῆναι, τότε ἅμα ἐκείνῳ ζυνισταμένῳ τὴν γένεσιν αὐτῶν μηχανᾶται. Ταῦτα δὲ πάντα μέρη χρόνου, καὶ τὸ τ' ἦν τὸ τ' ἔσται, χρόνου γεγονότα εἴδη, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν αἰδίαν οὐσίαν οὐκ ὀρθῶς. Λέγομεν γὰρ δὴ ὡς ἦν ἔστι τε καὶ ἔσται, τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσῆκει, τὸ δὲ ἦν τὸ τ' ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν ἰούσαν πρέπει λέγεσθαι· κινήσεις γὰρ ἔστων, τὸ δὲ ἀεὶ κατὰ ταῦτά ἔχον ακινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προσῆκει γίνεσθαι διὰ χρόνου οὐδὲ γενέσθαι ποτὲ οὐδὲ γεγονέναι