Ancient Greek
274.1
Mullach Fpg2, Paratexta 274.1
Unproofread scanNot analysed yet
vūn. οὐδ’ εἰσαθὺς ἔσεσθαι, τὸ παράπαν τε οὐδὲν ὅσα γένεσις τοῖς ἐν αἰσθήσει φερομένοις προσήψεν, ἀλλὰ χρόνου ταῦτα αἰωνὰ τε μιμουμένου καὶ κατ’ ἀριθμὸν κυκλουμένου γέγονεν εἴδη. Καὶ πρὸς τούτοις ἐπὶ τὰ τοιαῦτε, τὸ τε γεγονός εἶναι γεγονός καὶ τὸ γιγνόμενον εἶναι γιγνόμενον, ἐπὶ δὲ τὸ γενεσόμενον εἶναι γενεσόμενον καὶ τὸ μὴ ὄν μὴ ὄν εἶναι, ὃν οὐδὲν ἀκριβὲς λέγομεν. Περὶ μὲν οὖν τούτων τάχ’ ἄν οὐκ εἴη καιρὸς πρέσβιον ἐν τῷ παρόντι διακριβολογεῖσθαι, χρόνος δ’ οὐκ μετ’ οὐρανοῦ γέγονεν, ἵνα ἄμα γεννηθέντες ἄμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίνηται, καὶ κατὰ τὸ παράδειγμα τῆς αἰωνίας φύσεως, ὡς ὅμοιότατος αὐτῷ κατὰ δύναμιν ἦ. Τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰωνὰ ἐστιν ὃν, δ’ αὐ διὰ τέλους τὸν ἀπαντα χρόνον γεγονός τε καὶ ὄν καὶ ἐσόμενος.