Ancient Greek
288.3
Mullach Fpg2, Paratexta 288.3
Unproofread scanNot analysed yet
δυνάμεων μήτ' ἰσορρόπων ἐμπιπλάσθαι κατ' οὐδὲν αὐτῆς ἰσορροπεῖν, ἀλλ' ἀνωμάλως πάντη ταλαντουμένην σείεσθαι μὲν ὑπ' ἐκείνων αὐτήν, κινουμένην δ' αὐ πάλιν ἐκεῖνα σείειν· τὰ δὲ κινούμενα ἄλλα ἄλλοις ἀεὶ φέρεσθαι διακρινόμενα, ὡς περ τὰ ὑπὸ τῶν πλοκάνων τε καὶ ὀργάνων τῶν περὶ τὴν τοῦ σίτου κάθαρσιν σειόμενα καὶ ἀναλινόμενα τὰ μὲν πυκνὰ καὶ βαρέα ἄλλη, τὰ δὲ μαλὰ καὶ κούφρα εἰς ἑτέρων ἴζει φερόμενα ἔδραν τότε οὕτω τὰ τέτταρα γένη σειόμενα ὑπὸ τῆς δεξαμένης, κινουμένης αὐτῆς ὡς ὀργάνου σεισμοῦ παρέχοντος, τὰ μὲν ἀνομοιότατα πλεῖστον αὐτὰ ἀφ' αὐτῶν δρῖζειν, τὰ δ' ὁμοιότατα μάλιστα εἰς ταῦτόν ξυνωθεῖν, διὸ δὴ καὶ χώραν ταῦτα ἄλλα ἄλλην ἴσχειν πρὶν καὶ τὸ πᾶν ἐξ αὐτῶν. διακοσμηθὲν γενέσθαι. Καὶ τὸ μὲν δὴ πρὸ τούτου πάντα ταῦτ' ἔχειν ἀλόγως καὶ ἀμέτρωι· ὅτε δ' ἐπεχειρεῖτο κοσμεῖσθαι τὸ πᾶν, πῦρ πρῶτον καὶ ὕδωρ καὶ γὴν καὶ ἄερα, ἕκην μὲν ἔχοντα αὐτῶν ἅπτα, παντάπασι μὴν διακείμενα ὡς περ εἴκως ἔχειν ἅπαν ὅταν ἀπὴ τινος θεός, οὕτω δὴ τότε περιμαχὰ ταῦτα πρῶτον διεσχηματίσατο εἰδεῖ τε καὶ ἀριθμοῖς. Τὸ δὴ ἦ δυνατὸν ὡς κάλλιστα ἀριστα τε ἐξ οὐχ οὕτως ἔχοντων τὸν θεὸν αὐτὰ ξυνιστάναι, παρὰ πάντα ἡμῖν ὡς ἀεὶ τοῦτο λεγόμενον ὑπαρχέτω. Νῦν δ' οὖν τὴν διάταξιν αὐτῶν ἐπιχειρήσω ἐκάστων καὶ γενέσιν ἁθὲι λόγῳ πρὸς ἡμᾶς δηλοῦν. Ἄλλα γὰρ ἐπεὶ μετέχετε τῶν κατὰ παιδείαν σιν ἐδδῶν, δι' ὧν ἐν δείκνυσθαι τὰ λεγόμενα ἀνάγκη, ξυνέψευσε.