Ancient Greek
290.1
Mullach Fpg2, Paratexta 290.1
Unproofread scanNot analysed yet
'Οπόταν γὰρ ἀριθμῶν τριῶν εἴτε ὀγκῶν εἴτε δυνάμεων ὀντινωνοὖν ἢ τὸ μέσον, δ, τι περ τὸ πρῶτον πρὸς αὐτό, τοῦτο αὐτὸ πρὸς τὸ ἔσχατον, καὶ πάλιν αὐθὶς δ, τι τὸ ἔσχατον πρὸς τὸ μέσον, τοῦτο τὸ μέσον πρὸς τὸ πρῶτον, τότε τὸ μέσον μὲν πρῶτον καὶ ἔσχατον γιγνόμενον, τὸ δ' ἔσχατον καὶ τὸ πρῶτον αὐ μέσα ἀμφοτέρα, πάνθ' οὕτως ἐξ ἀνάγκης ταῦτά εἶναι ξυμβήσεται, ταῦτά δὲ γενόμενα ἀλλήλοις ἐν πάντα ἔσται.