Ancient Greek
291.1
Mullach Fpg2, Paratexta 291.1
Unproofread scanNot analysed yet
Εμὲ οὖν ἐπιπέδον μὲν, βάθος δὲ μηδὲν ἔχον δεῖ γίγνεσθαι· τὸ τοῦ παντὸς σῶμα, μία μεσότης ἂν ἔζηρνε τὰ τε μεθ’ αὐτῆς· ἑνδεῖν καὶ ἐκαστήν. Νῦν δὲ, στερεὸν γὰρ αὐτὸ προσῆκεν εἶναι, (τὰ δὲ στερεὰ μία μὲν οὐδέποτε, δύο δὲ μεσότητες ἀεὶ συναρμόττουσιν,) οὕτω δὴ πυρὸς τε καὶ γῆς ὕδωρ ἀέρα τε ὁ θεὸς ἐν μέσῳ θεῖ· καὶ πρὸς ἀλλήλα καθ’ ὅσον ἤν δυνατόν ἀνὰ τὸν αὐτὸν λόγον ἀπεργασάμενος, δ, τι περ πῦρ πρὸς ἀέρα, τοῦτο ἀέρα πρὸς ὕδωρ, καὶ δ, τι ἀήρ πρὸς ὕδωρ, τοῦτο ὕδωρ πρὸς γῆν.