Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_MYRON_PRIENENSIS
MYRON PRIENENSIS, Fragmenta 1
Not analysed yet
Ὅτι δὲ τοῖς εἵλωσιν ὑβριστικῶς πάνυ ἐχρῶντο Λακεδαιμόνιοι καὶ Μύρων ὁ Πριηνεὺς ἱστορεῖ, ἐν δευτέρῳ Μεσσηνιακῶν γράφων οὕτως· «Τοῖς δ ̓ εἵλωσι πᾶν ὑβριστικὸν ἔργον ἐπιτάττουσι πρὸς πᾶσαν ἄγον ἀτιμίαν. Κυνῆν τε γὰρ ἕκαστον φορεῖν ἐπάναγκες ὥρισαν καὶ διφθέραν περιβεβλῆσθαι, πληγάς τε τεταγμένας λαμβάνειν κατ ̓ ἐνιαυτὸν ἀδικήματος χωρὶς, ἵνα μήποτε δουλεύειν ἀπομάθωσι. Πρὸς δὲ τούτοις, εἴ τινες ὑπερακμάζοιεν τὴν οἰκετικὴν ἐπιφάνειαν, ἐπέθηκαν ζημίαν θάνατον, καὶ τοῖς κεκτημένοις ἐπιτίμιον, εἰ μὴ ἐπικόπτοιεν τοὺς ἁδρουμένους. Καὶ παραδόντες αὐτοῖς τὴν χώραν, ἔταξαν μοῖραν, ἣν αὐτοῖς ἀνοίσουσιν ἀεί.»