Ancient Greek · ~1 min
Dfhg-Source dfhg4_MYRON_PRIENENSIS
MYRON PRIENENSIS, Fragmenta 2
Not analysed yet
Μύρων δ ̓ ὁ Πριηνεὺς ἐν δευτέρῳ Μεσσηνιακῶν «Πολλάκις (φησὶν) ἠλευθέρωσαν Λακεδαιμόνιοι δούλους, καὶ οὓς μὲν ἀφέτας ἐκάλεσαν, οὓς δὲ ἀδεσπότους, οὓς δὲ ἐρυκτῆρας, δεσποσιοναύτας δ ̓ ἄλλους, οὓς εἰς τοὺς στόλους κατέτασσον· ἄλλους δὲ νεοδαμώδεις, ἑτέρους ὄντας τῶν εἱλώτων.»