Ancient Greek
Dfhg-Source dfhg4_MYRONIANUS_AMASTRIANUS
MYRONIANUS AMASTRIANUS, Fragmenta 3
Not analysed yet
Καὶ δὴ καὶ αὐταρκέστατος ἦν. Ἀλεξάνδρου γοῦν ποτὲ συχνὸν ἀργύριον ἀποστείλαντος αὐτῷ, τρισχιλίας Ἀττικὰς ἀφελὼν, τὸ λοιπὸν ἀπέπεμψεν, εἰπὼν ἐκείνῳ πλειόνων δεῖν πλείονας τρέφοντι. Ἀλλὰ καὶ ὑπ ̓ Ἀντιπάτρου πεμφθὲν μὴ προσέσθαι, ὥς φησι Μυρωνιανὸς ἐν Ὁμοίοις. Καὶ χρυσῷ στεφάνῳ τιμηθέντα ἐπ ̓ ἄθλῳ πολυποσίας τοῖς Χοῦσι παρὰ Διονυσίῳ, ἐξιόντα θεῖναι πρὸς τὸν ἱδρυμένον Ἑρμῆν, ἔνθαπερ τιθέναι καὶ τοὺς ἀνθινοὺς εἰώθει.