Ancient Greek
4 to 6
MYRONIANUS AMASTRIANUS, Fragmenta 4-6
Not analysed yet
Ἀθηναῖοι δ ̓ ὅμως αὐτὸν ὄντα τοιοῦτον ἐπίπρασκόν ποτε, τὸ μετοίκιον ἀπονοῦντα θεῖναι. Καὶ αὐτὸν ὠνεῖται Δημήτριος ὁ Φαληρεὺς, καὶ ἑκάτερον ἀποκατέστησε· Ξενοκράτει μὲν τὴν ἐλευθερίαν, Ἀθηναίοις δὲ τὸ μετοίκιον. Τοῦτό φησι Μυρωνιανὸς ὁ Ἀμαστριανὸς ἐν τῷ πρώτῳ τῶν Ἱστορικῶν ὁμοίων κεφαλαίων. Φέρεται δ ̓ αὐτοῦ καὶ δοῦλος φιλόσοφος, ὄνομα Πομπύλος, καθά φησι Μυρωνιανὸς Ἀμαστριανὸς ἐν τῷ πρώτῳ τῶν Ὁμοίων ἱστορικῶν κεφαλαίων. Συνεφιλοσόφουν δ ̓ αὐτῷ προτρεψαμένῳ καὶ οἱ ἀδελφοὶ τρεῖς ὄντες, Νεοκλῆς, Χαιρέδημος, Ἀριστόβουλος, καθά φησι Φιλόδημος ὁ Ἐπικούρειος ἐν τῷ δεκάτῳ τῆς τῶν φιλοσόφων συντάξεως· ἀλλὰ καὶ δοῦλος Μῦς ὄνομα, καθά φησι Μυρωνιανὸς ἐν Ὁμοίοις ἱστορικοῖς κεφαλαίοις.