Ancient Greek
Dfhg-Source dfhg4_MYRSILUS_METHYMNAEUS
MYRSILUS METHYMNAEUS, Fragmenta 7
Not analysed yet
Ἰστέον δὲ, ὅτι τῶν ἄλλων ἱστορούντων, ὡς κατὰ χόλον τῆς Ἀφροδίτης αἱ Λεμνιάδες δύσοσμοι ἐγένοντο, Μυρτίλος (Μυρτῖλος cod. Par.) ἐν πρώτῳ Λεσβικῶν διαφέρεται, καί φησι τὴν Μήδειαν παραπλέουσαν διὰ ζηλοτυπίαν ῥϊψαι εἰς τὴν Λῆμνον φάρμακον, καὶ δυσοσμίαν, γενέσθαι ταῖς γυναιξίν· εἶναί τε μέχρι τοῦ νῦν κατ ̓ ἐνιαυτὸν ἡμέραν τινὰ, ἔν ᾗ διὰ τὴν δυσωδίαν ἀποστρέφονται τὰς γυναῖκας ἄνδρες τε καὶ υἱεῖς.