Ancient Greek
Dfhg-Source dfhg4_MYRSILUS_METHYMNAEUS
MYRSILUS METHYMNAEUS, Fragmenta 7-2
Not analysed yet
Λήμνιον βλέπων, πυρῶδες· καὶ παροιμία· Λήμνιον κακόν· ἐκ γὰρ Ἀθηνῶν ἁρπάσαντες γυναῖκας οἱ Λήμνιοι καὶ τεκνοποιησάμενοι ἐξ αὐτῶν κατέσφαξαν αὐτὰς μετὰ τῶν τέκνων. Ἐπὶ δὲ Θόαντος (ἐπεὶ δὲ πάντας Suidas) αἱ γυναῖκες τοὺς ἄνδρας, ὅτι αὐταῖς οὐ προσεῖχον, [ἀνεῖλον add. Ex Suid.] ἅμα ταῖς τῶν Θρᾳκῶν γυναιξὶν, ἐπὶ τῇ δυσωδίᾳ, ἣν Μυρσίλος μὲν διὰ τὸν Μηδείας ἐπὶ τῇ Ὑψιπύλῃ ζῆλον κατασχεῖν [φησι], Καύκασος (Καύκαλος̣) δὲ διὰ τὸ ὀλιγωρῆσαι τῆς Ἀφροδίτης τὰς Λημνίας· ἔνθεν τὰ μεγάλα κακὰ Λήμνια λέγεται.