Ancient Greek
8 to 12
MYRSILUS METHYMNAEUS, Fragmenta 8-12
Not analysed yet
Ὁ δὲ Μυρσίλος ὁ τὰ Λεσβιακὰ συγγεγραφώς φησιν, τῆς Ἀντισσαίας ἐν ᾦ τόπῳ μυθολογεῖται καὶ δείκνυται δὲ ὁ τάφος ὑπὸ τῶν ἐγχωρίων τῆς τοῦ Ὀρφέως κεφαλῆς, τὰς ἀηδόνας εἶναι εὐφωνοτέρας τῶν ἄλλων. Μυρσίλος δὲ ὁ Λέσβιος ἐν τῷ ἔρει φησὶν Λεπετύμνῳ ἱερὸν Ἀπόλλωνος εἶναι καὶ ἡρῷον Λεπετύμνου, ἐφ ̓ ᾧ, καθάπερ ἐν τῷ Κράννωνι, δύο μόνον εἶναι κόρακας, ὄντων οὐκ ὀλίγων ἐν τοῖς πλησίον τόποις. Μυρσῖνος (sic) δὲ οὐ μόνον τὴν Ἰνὼ Λευκοθέαν φησὶν, ἀλλὰ καὶ τὰς Νηρηίδας Λευκοθέας ὀνομάζει. Λινόν, κοινῶς μὲν ἄνθος· Θεόφραστος δὲ νάρκισσον, Μυρσίλος δὲ Λεσβιακοῖς εἶδος ἄνθους. Ἔναλον δὲ τὸν Αἰολέα, Μυρτίλος (scr. Μυρσίλος) ὁ Λέσβιος ἱστορεῖ, τῆς Φινέως (scr. vid. Σμινθέως) ἐρῶντα θυγατρὸς ῥιφείσης κατὰ χρησμὸν τῆς Ἀμφιτρίτης ὑπὸ τῶν Πενθιλιδῶν, Καὶ αὐτὸν ἐξαλλόμενον εἰς τὴν θάλασσαν, ὑπὸ δελφῖνος σῷον ἐξενεχθῆναι πρὸς τὴν Λέσβον.