Ancient Greek
Dfhg-Source dfhg4_MYRSILUS_METHYMNAEUS
MYRSILUS METHYMNAEUS, Fragmenta 7-3
Not analysed yet
Μυρσίλος δὲ ὁ Λέσβιος Λοκροὺς τοὺς Ὀζόλας τῆς ἐπωνυμίας τετυχηκέναι, ὅτι τῆς χώρας τῆς αὐτῶν [τὸ ὕδωρ] ὄζει, καὶ μάλιστα τοῦ Ταφίου καλουμένου ὄρους· καὶ ῥεῖν αὐτόθεν εἰς θάλασσαν ὥσπερ πῦον, τεθάφθαι δ ̓ ἐν τῷ ὄρει τούτῳ Νέσσον τὸν Κένταυρον, ὃν Ἡρακλῆς ἀπέκτεινεν. —(130) Τὰς δὲ Λημνίας δυσόσμους γενέσθαι Μηδείας ἀφικομένης μετ ̓ Ἰάσονος καὶ φάρμακα ἐμβαλλούσης εἰς τὴν νῆσον. Κατὰ δή τινα χρόνον καὶ μάλιστα ἐν ταύταις ταῖς ἡμέραις, ἐν αἷς ἱστοροῦσιν τὴν Μήδειαν παραγενέσθαι, δυσώδεις αὐτὰς οὕτως γίνεσθαι ὥστε μηδένα προσιέναι.