Ancient Greek · ~7 min
1 to 8
NEANTHES CYZICENUS. LYSIMACHUS, Fragmenta 1-8
Not analysed yet
Θρόνος ἄρτου ἄνομα. Νεάνθης ὁ Κυζικηνὸς, ἐν δευτέρῳ Ἑλληνικῶν γράφων οὕτως· «Ὁ δὲ Κόδρος τόμον ἄρτου τὸν καλούμενον θρόνον (τοῦ καλουμένου θρόνου Casaub.) λαμβάνει, καὶ κρέας, καὶ τῷ πρεσβυτάτῳ νέμουσι (νέμει em. Casaub.) . Φανίας . . . τὴν μητέρα Θεμιστοκλέους . . . Εὐτέρπην ἀναγράφει. Νεάνθης δὲ καὶ πόλιν αὐτῇ Καρίας Ἁλικαρνασσὸν προστίθησι. Πόλεις δ ̓ αὐτῷ τρεῖς μὲν οἱ πλεῖστοι δοθῆναι λέγουσιν, εἰς ἄρτον καὶ οἶνον καὶ ὄψον, Μαγνησίαν καὶ Λάμψακον καὶ Μυοῦντα· δύο δ ̓ ἄλλας προστίθησιν ὁ Κυζικηνὸς Νεάνθης καὶ Φανίας (fr. 10), Περκώτην καὶ Παλαίσκηψιν εἰς στρωμνὴν καὶ ἀμπεχόνην. Ὁ βασιλεὺς δωρεῖται αὐτῷ (Θεμιστοκλεῖ) τρεῖς πόλεις, Μαγνησίαν εἰς σῖτον, Λάμψακον εἰς ὄψα, ὡς δὲ Κλεάνθης (scr. Νεάνθης) καὶ Περκώτην εἰς στρωμνὴν καὶ Παλαίσχηψιν εἰς στολήν. Ὁ δὲ Γαίσων, Οὗ Ἀρχέστρατος μνημονεύει, ἡ Γαισωνὶς λίμνη ἐστὶ, μεταξὺ Πριήνης καὶ Μιλήτου ἡνωμένη τῇ θαλάττῃ, ὡς Νεάνθης ὁ Κυζικηνὸς ἱστορεῖ ἐν τῇ ἕκτῃ τῶν Ἑλληνικῶν. Τοῦτο δὲ τὸ ὄργανον (Sc. τὸ τρίγωνον) Νεάνθης ὁ Κυζικηνὸς ἐν πρώτῳ Ὥρων εὕρημα εἶναι λέγει Ἰβύκου, τοῦ Ῥηγίνου ποιητοῦ, ὡς καὶ Ἀνακρέοντος τὸ βάρβιτον. Οὐδ ̓ ὁ Σκήψιος δὲ Δημήτριος εὖ, ἀλλὰ καὶ τῷ Ἀπολλοδώρῳ τῶν ἁμαρτιῶν ἐνίων αἴτιος ἐκεῖνος κατέστη. Πρὸς γὰρ Νεάνθη τὸν Κυζικηνὸν φιλοτιμοτέρως ἀντιλέγων, εἰπόντα ὅτι οἱ Ἀργοναῦται πλέοντες εἰς Φᾶσιν τὸν Ὁμήρου καὶ τῶν ἄλλων ὁμολογούμενον πλοῦν, ἱδρύσαντο τὰ τῆς Ἰδαίας μητρὸς ἱερὰ περὶ Κύζικον, ἀρχήν φησιμηδ ̓ εἰδέναι τὴν εἰς Φᾶσιν ἀποδημίαν τοῦ Ἰάσονος Ὅμηρον. Ὁ δέ τις ἑλάνας (sc. ἔλεγε), τὰς λαμπάδας οὕτω φάσκων καλεῖσθαι παρὰ τὴν ἕλην· οὕτω δ ̓ εἰπεῖν Νεάνθην ἐν πρώτῃ Τῶν περὶ Ἄτταλον ἱστοριῶν. Κραστός . . . ἐκ ταύτης (Κραστοῦ) ἦν Ἐπίχαρμος ὁ κωμικὸς καὶ Λαὶς ἡ ἑταί9ρα, ὡς Νεάνθης ἐν τῷ Περὶ ἐνδόξων ἀνδρῶν.