Ancient Greek · ~2 min
9 to 10
NEANTHES CYZICENUS. LYSIMACHUS, Fragmenta 9-10
Not analysed yet
Τελευτῆσαι δὲ αὐτὸν Ἴστρος (fr. 51) καὶ Νεάνθης φασὶ τοῦτον τὸν τρόπον. Καλλιππίδην ὑποκριτὴν ἀπ ̓ ἐργασίας ἐξ Ὀποῦντος ἥκοντα παρὰ τοὺς Χόας, πέμψαι αὐτῷ σταφυλήν· τὸν δὲ Σοφοκλέα λαβόντα εἰς τὸ στόμα ῥᾶγα ἔτι ὀμφακίζουσαν ὑπὸ τοῦ ἄγαν γήρως ἀποπνιγέντα τελευτῆσαι. Σωτίων δὲ καὶ Ἡρακλείδης καὶ Παμφίλη ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων δύο φασὶ Περιάνδρους γεγονέναι, τὸν μὲν τύραννον, τὸν δὲ σοφὸν καὶ Ἀμβρακιώτην· τοῦτο καὶ Νεάνθης φησὶν ὁ Κυζικηνὸς ἀνεψίους τε εἶναι ἀλλήλοις. Cf. Aristot. fr. 136; Schneider.