Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_NEANTHES_CYZICENUS_LYSIMACHUS
NEANTHES CYZICENUS. LYSIMACHUS, Fragmenta 18
Not analysed yet
Τοὐντεῦθεν δ ̓ οἱ μέν φασιν ὅτι τῶν ἑταίρων τοῦ Πυθαγόρου συνηγμένων ἐν τῇ Μίλωνος οἰκίᾳ τοῦ ἀθλητοῦ παρὰ τὴν Πυθαγόρου ἀποδημίαν (ὡς γὰρ Φερεκύδην τὸν Σύριον αὑτοῦ διδάσκαλον γενόμενον εἰς Δῆλον ἐπεπόρευτο νοσοκομήσων αὐτὸν περιπετῆ γενόμενον τῷ ἱστορουμένῳ φθειριάσεως φθειριάσεως πάθει καὶ κηδεύσων), πάντας πανταχῆ ἐνέπρησαν αὐτοῦ τε καὶ κατέλευσαν, δύο ἐκφυγόντων ἐκ τῆς πυρᾶς, Ἀρχίππου τε καὶ Λύσιδος, ὥς φησι Νεάνθης, ὧν ὁ Λύσις ἐν Ἑλλάδι ᾤκησεν, Ἐπαμινώνδᾳ τε συγγέγονεν, οὗ καὶ διδάσκαλος γέγονε. Δικαίαρχος δὲ καὶ οἱ ἀκριβέστεροι καὶ τὸν Πυθαγόραν φασὶ παρεῖναι τῇ ἐπιβουλῇ.