Ancient Greek · ~3 min
12 to 17
NEANTHES CYZICENUS. LYSIMACHUS, Fragmenta 12-17
Not analysed yet
Νεάνθης δέ φησιν αὐτὸν τεττάρων καὶ ὀγδοήκοντα τελευτῆσαι ἐτῶν. Ἔνιοι δὲ διὰ τὴν πλατύτητα τῆς ἑρμηνείας οὕτως ὀνομασθῆναι (φασὶ τὸν Πλάτωνα). ἤ ὅτι πλατὺς ἧ τὸ μέτωπον, ὥς φησιν Νεάνθης. Τούτου, φησὶ Νεάνθης ὁ Κυζικηνὸς, εἰς Ὀλύμπια ἀνιόντος, τοὺς Ἕλληνας ἅπαντας ἐπιστραφῆναι πρὸς αὐτόν· ὅτε καὶ Δίωνι συνέμιξε μέλλοντι στρατεύειν ἐπὶ Διονύσιον. Καὶ πρῶτος ἐδίπλωσε τὸν τρίβωνα (καθά φησι Διοκλῆς) καὶ μόνῳ αὐτῷ ἐχρῆτο· βάκτρον τε ἀνέλαβε καὶ πήραν· πρῶτον δὲ καὶ Νεάνθης φησὶ διπλῶσαι θοιμάτιον. Τίμων Οὗτος ἦν ὁ λεγόμενος μισάνθρωπος, ὅν φησι Νεάνθης ἀπὸ ἀχράδος πεσόντα χωλὸν γενέσθαι, μὴ προσιέμενον δὲ ἰατροὺς ἀποθανεῖν σαπέντα. Καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ τὸν τάφον ἄβατον γενέσθαι ὑπὸ θαλάσσης περιρραγέντα, ἐν ὁδῷ τῇ ἐκ Πειραιῶς εἰς Ζωστῆρα καὶ Σούνιον φερούσῃ. Pythagoras sec. Aristarchum et Theopompum Tyrrhenus fuit, ὡς δὲ Νεάνθης Σύριος ἢ Τύριος.