Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_NEANTHES_CYZICENUS_LYSIMACHUS
NEANTHES CYZICENUS. LYSIMACHUS, Fragmenta 22
Not analysed yet
Νεάνθης δ ̓ ὁ Κυζικηνὸς ὁ καὶ περὶ τῶν Πυθαγορικῶν εἰπὼν φησὶ Μέτωνος τελευτήσαντος τυραννίδος ἀρχὴν ὑποφύεσθαι· εἶτα τὸν Ἐμπεδοκλέα πεῖσαι τοὺς Ἀκραγαντίνους παύσασθαι μὲν τῶν στάσεων, ἰσότητα δὲ πολιτικὴν ἀσκεῖν. Ἔτι δὲ πολλὰς τῶν πολιτίδων ἀπροίκους ὑπαρχούσας αὐτὸν προικίσαι διὰ τὸν παρόντα πλοῦτον, καὶ στρόφιον ἐπιθέσθαι χρυσοῦν, ὡς Φαβωρῖνος ἐν Ἀπομνημονευμάτων πρώτῳ· ἔτι τ ̓ ἐμβάδας χαλκᾶς καὶ στέμμα Δελφικόν. Κόμη τ ̓ ἦν αὐτῷ βαθεῖα καὶ παῖδες ἀκόλουθοι, καὶ αὐτὸς ἀεὶ σκυθρωπὸς ἐφ ̓ ἑνὸς ἦν σχήματος. Τοιοῦτος δὲ προῄει, τῶν πολιτῶν ἐντυχόντων, καὶ τοῦτο ἀξιωσάντων οἱονεὶ βασιλείας τινὸς παράσημον. Ὕστερον δὲ διά τινα πανήγυριν πορευόμενον ἐφ ̓ ἁμάξης ὡς εἰς Μεσσήνην, πεσεῖν, καὶ τὸν μηρὸν κλᾶσαι· νοσήσαντα δ ̓ ἐκ τούτου, τελευτῆσαι ἐτῶν ς’ καὶ ο’ [ὥς φησι Νεάνθης ὁ Κυζικηνός].