Ancient Greek · ~14 min
Dfhg-Source dfhg3_NEANTHES_CYZICENUS_LYSIMACHUS
NEANTHES CYZICENUS. LYSIMACHUS, Fragmenta 22a.1
Not analysed yet
Καὶ ἐξ ὧν Ἱππόβοτος καὶ Νεάνθης περὶ Μυλλίου καὶ Τιμύχας τῶν Πυθαγορείων ἱστοροῦσι μαθεῖν ἔνεστι τὴν ἐκείνων τῶν ἀνδρῶν σωφροσύνην, καὶ ὅπως αὐτὴν Πυθαγόρας παρέδωκε. Τὸν γὰρ Διονύσιον τὸν τύραννόν φασιν, ὡς πάντα ποιῶν οὐδενὸς αὐτῶν ἐπετύγχανε τῆς φιλίας, φυλαττομένων τὸ μοναρχικὸν αὐτοῦ καὶ παράνομον, λόχον τινὰ τριάκοντα ἀνδρῶν, ἡγουμένου Εὐρυμένους Συρακουσίου, Δίωνος ἀδελφοῦ, ἐπιπέμψαι τοῖς ἀνδράσι λοχήσοντα τὴν μετάβασιν αὐτῶν ἀπὸ Τάραντος εἰς Μεταπόντιον εἰωθυῖαν κατὰ καιρὸν γίνεσθαι· ἡρμόζοντο γὰρ πρὸς τὰς τῶν ὡρῶν μεταβολὰς, καὶ τόπους εἰς τὰ τοιάδε ἐπελέγοντο ἐπιτηδείους. Ἐν δὴ Φάλαις (Φάναις Scalig.) ,χωρίῳ τῆς Τάραντος φαραγγώδει, καθ ̓ ὁ συνέβαινειν αὐτοῖς ἀναγκαίως τὴν ὁδοιπορίαν γενήσεσθαι, ἐλόχα κατακρύψας τὸ πλῆθος ὁ Εὐρυμένης. Ἐπειδὴ δὲ οὐδὲν προειδόμενοι ἀφίκοντο οἱ ἄνδρες περὶ μέσον ἡμέρας εἰς τὸν τόπον, λῃστρικῶς αὐτοῖς ἐπαλαλάξαντες ἐπέθεντο οἱ στρατιῶται. Οἱ δὲ ἐκταραχθέντες μετ ̓ εὐλαβείας ἅμα τε διὰ τὸ αἰφνίδιον καὶ αὐτὸ τὸ πλῆθος (ἦσαν γὰρ αὐτοὶ σύμπαντες δέκα που τὸν ἀριθμόν), καὶ ὅτι ἄνοπλοι πρὸς ποικίλως ὡπλισμένους διαγωνισόμενοι ἔμελλον ἁλίσκεσθαι, δρόμῳ καὶ φυγῇ διασώζειν αὑτοὺς διέγνωσαν, οὐδὲ τοῦτο ἀλλότριον ἀρετῆς τιθέμενοι· τὴν γὰρ ἀνδρείαν ᾔδεσαν φευκτέων καἰ ὑπομενετέων ἐπιστήμην, ὡς ἂν ὁ ὀρθὸς ὑπαγορεύῃ λόγος· καὶ ἐπετύγχανον δὲ ἤδη τούτου· βαρυνόμενοι γὰρ τοῖς ὅπλοις ἀπελείποντο οἱ σὺν Εὐρυμένει τοῦ διωγμοῦ· εἰ μή περιφεύγοντες ἐνέτυχον πεδίῳ τινὶ κυάμοις ἐσπαρμένῳ καὶ τεθηλότι ἱκανῶς· καὶ μὴ βουλόμενοι δόγμα παραβαίνειν τὸ κελεῦον κυάμων μὴ θιγγάνειν, ἔστησαν, καὶ ὑπ ̓ ἀνάγκης λίθοις καὶ ξύλοις καὶ τοῖς προστυχοῦσιν ἕκαστος μέχρι τοσοῦτον ἠμύνοντο τοὺς διώκοντας, μέχρι τινὰς αὐτῶν μὲν ἀνηρηκέναι, πολλοὺς δὲ τετραυματικέναι, πάντας μὲν ὑπὸ τῶν δορυφόρων ἀναιρεθῆναι, καὶ μηδένα τοπαράπαν ζωγρηθῆναι, ἀλλὰ πρὸ τούτων θάνατον ἀσμενίσαι κατὰ τὰς τῆς αἱρέσεως ἐντολάς. Ἐν συγχύσει δὲ πολλῇ τὸν μὲν Εὐρυμένην καὶ τοὺς σὺν αὐτῷ καὶ οὐ τῇ τυχούσῃ γενέσθαι, εἰ μηδὲ ἔνα ζῶντα ἀγάγοιεν τῷ πέμψαντι Διονυσίῳ, εἰς αὐτὸ μόνον τοῦτο προτρεψαμένῳ αὐτούς. Γῆς οὖν ἐπαμήσαντες τοῖς πεσοῦσι, καὶ ἡρῷον πολυάνδριον ἐπιχώσαντες αὐτόθι, ὑπέστρεφον. Εἶτα αὐτοῖς ἀπήντησε Μυλλίας Κροτωνιάτης καὶ Τιμύχα Λακεδαιμονία, γυνὴ αὐτοῦ, ἀπολελειμμέναι τοῦ πλήθους, ὅτι ἔγκυος οὖσα ἡ Τιμύχα τὸν δέκατον ἤδη μῆνα εἶχε καὶ σχολαίως διὰ τοῦτο ἐβάδιζε. Τούτους δὲ ζωγρήσαντες ἄσμενοι πρὸς τὸν τύραννον ἤγαγον, μετὰ πάσης κομιδῆς καὶ ἐπιμελείας διασώσαντες. Ὁ δὲ περὶ τῶν γεγονότων διαπυθόμενος καὶ ἀθυμήσας ἔφαινεν (ὡς ἐνέφαινεν conj. Kiessl.) ,Ἀλλ ̓ ὑμεῖς γε, εἶπεν, ὑπὲρ πάντων τῆς ἀξίας τεύξεσθε παρ ̓ ἐμοῦ τιμῆς, εἴ μοι συμβουλεῦσαι (cod. Ciz. Συμβασιλεῦσαι vgo) θελήσετε. Τοῦ δὲ Μυλλίου καὶ τῆς Τιμύχας πρὸς πάντα ἃ ἐπηγγέλλετο ἀνανευόντων, Ἀλλὰ ἔν γέ με, ἔφη, διδάξαντες μετὰ τῆς ἐπιβαλλ0ύσης προπομπῆς διασώζεσθε. Πυθομένου δὲ τοῦ Μυλλίου, καὶ τί ποτ ̓ ἐστιν ὃ μαθεῖν προθυμεῖται· Ἐκεῖνο, εἶπεν ὁ Διονύσιος, τίς ἡ αἰτία, δι ̓ ἥν οἱ ἕταιροί σου ἀποθανεῖν μᾶλλον εἵλοντο ἤ κυάμους πατῆσαι. Καὶ ὁ Μυλλίας εὐθὺς, Ἀλλ ̓ ἐκεῖνοι μὲν, εἶπεν, ὑπέμειναν, ἵνα μὴ κυάμους πατήσωσιν, ἀποθανεῖν, ἐγὼ δὲ αἱροῦμαι, ἵνα τούτου σοι τὴν αἰτίαν μὴ ἐξείπω, κυάμους μᾶλλον πατῆσαι. Καταπλαγέντος δὲ τοῦ Διονυσίου καὶ μεταστῆσαι κελεύσαντος αὐτὸν σὺν βίᾳ, βασάνους δὲ ἐπιφέρειν τε οὖσαν καὶ ἔπογκον (ἔτι ἔγκυον Schaefer.) ,ἐρήμην δὲ τοῦ ἀνδρὸς, ῥᾳδίως τοῦτο ἐκλαλήσειν φόβῳ τῶν βασάνων· ἡ γενναία δὲ συμβρύξασα ἐπὶ τῆς γλώσσης τοὺς ὀδόντας καὶ ἀποκόψασα αὐτὴν προσέπτυσε τῷ τυράννῳ, ἐμφαίνουσα ὅτι, εἰ καὶ ὑπὸ τῶν βασάνων τὸ θῆλυ αὐτῆς νικηθὲν συναναγκασθείη τῶν ἐχεμυθουμένων τι ἀνακαλύψαι, τὸ μὴν ὑπηρετῆσον ἐκποδὼν ὐπ ̓ αὐτῆς περικέκοπται. Οὕτως δυσκατάθετοι πρὸς τὰς ἐξωτερικὰς φιλίας ἦσαν, εἰ καὶ βασιλικαὶ τυγχάνοιεν.