Ancient Greek · ~4 min
23 to 27
NEANTHES CYZICENUS. LYSIMACHUS, Fragmenta 23-27
Not analysed yet
Νεάνθης ἐν τῷ πρώτῳ Περὶ τελετῶν φησι χρησμὸν Διὶ δοθῆναι, ὅτι ὁ ἐκ τῆς μήτρας τῆς Ἑκάτης γενησόμενος μεταστήσει τῆς βασιλείας αὐτόν· γεννώσης δὲ τῆς Ἑκάτης, τὰς συμπαρούσας κόρας τῇ λεχοῖ ἀναβοῆσαι βρίτον, τοῦτ ̓ ἔστιν ἀγαθόν· παρὰ τοῦτο δὲ ἐπίφθεγμα ὠνομάσθαι τὴν θεόν. Διαβόητα δ ̓ ἐστὶ καὶ τὰ ἐπὶ Κρατίνῳ τῷ Ἀθηναίῳ γενόμενα· ὅς μειράκιον [ὤν]εὔμορφον, Ἐπιμενίδου καθαίροντος τὴν Ἀττικὴν ἀνθρωπείῳ αἵματι διά τινα μύση παλαιὰ, ὡς ἱστορεῖ Νεάνθης ὁ Κυζικηνὸς ἐν Δευτέρῳ Περὶ τελετῶν, ἑκὼν αὑτὸν ἐπέδωκεν ὁ Κρατῖνος ὑπὲρ τῆς θρεψαμένης· ᾧ καὶ ἐπαπέθανεν ὁ ἐραστὴς Ἀριστόδημος, λύσιν τ ̓ ἔλαβε τὸ δεινόν. τὰ παραπλήσια, pergit, ἱστορεῖ καὶ Νεάνθης ὁ Κυζικηνὸς ἐν δευτέρῳ Περὶ τελετῆς (scr. Τελετῶν). Ὁ Ἄττης παρὰ Φρυξὶ μάλιστα τιμᾶται ὡς πρόσπολος τῆς μητρὸς τῶν θεῶν. Τὰ δὲ περὶ αὐτὸν δεδήλωκε Νεάνθης· μυστικὸς δὲ ὁ λόγος. Συνομόλογος τῆς τοιᾶσδε δόξης καὶ ὁ Κυζικηνὸς Νεάνθης, γράφων τοὺς Μακεδόνων ἱερεῖς ἐν ταῖς κατευχαῖς βέδυ κατακαλεῖν ἵλεω αὐτοῖς τε καὶ τοῖς τέκνοις, ὅπερ ἑρμηνεύουσιν ἀέρα.