Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_NEANTHES_CYZICENUS_LYSIMACHUS
NEANTHES CYZICENUS. LYSIMACHUS, Fragmenta 28
Not analysed yet
Περὶ Ἀσσάονος. (Ἱστορεῖ Ξάνθος Λυδιακοῖς καὶ Νεάνθης (Νέανθος cod.) β’ καὶ Σιμμίας ὁ Ῥόδιος.) Διαφόρως δὲ καὶ τοῖς πολλοῖς ἱστορεῖται καὶ τὰ τῆς Νιόβης· οὐ γὰρ Ταντάλου φασὶν αὐτὴν γενέσθαι, ἀλλ ̓ Ἀσσάονος μὲν θυγατέρα, Φιλόττου δὲ γυναῖκα· εἰς ἔριν δὲ ἀφικομένην Λητοῖ περὶ καλλιτεκνίας, ὑποσχεῖν τίσιν τοιάνδε· τὸν μὲν Φίλοττον ἐν κυνηγίᾳ διαφθαρῆναι, τὸν δὲ Ἀσσάονα τῆς θυγατρὸς πόθῳ σχόμενον σὐτὴν αὑτῷ γήμασθαι· μὴ ἐνδιδούσης δὲ τῆς Νιόβης, τοὺς παῖδας αὐτῆς εἰς εὐωχίαν καλέσαντα καταπρῆσαι· καὶ τὴν μὲν διὰ ταύτην τὴν συμφορὰν ἀπὸ πέτρας ὑψηλοτάτης αὑτὴν ῥῖψαι· ἔννοιαν δὲ λαβόντα τῶν σφετέρων ἁμαρτημάτων διαχρήσασθαι τὸν Ἀσσάονα ἑαυτόν.