Ancient Greek · ~4 min
Dfhg-Source dfhg3_NEANTHES_CYZICENUS_LYSIMACHUS
NEANTHES CYZICENUS. LYSIMACHUS, Fragmenta 30
Not analysed yet
Οἱ μὲν γὰρ Σάμιον αὐτὸν (Πυθαγόραν) εἶναι φασί· Κλεάνθης (scr. Νεάνθης vid. fr. 17) εἶναι φασί· Κλεάνθης (scr. Νεάνθης vid. fr. 17) δὲ ἐν πέμπτῳ τῶν Μυθικῶν, Σύρον ἐκ Τύρον τῆς Συρίας. Σιτοδείας δὲ καταλαβούσης τοὺς Σαμίους, προσπλεύσαντα τὸν Μνήσαρχον κατ ̓ ἐμπορίαν μετὰ σίτου τῇ νήσῳ, καὶ ἀποδόμενον, τιμηθῆναι πολιτείᾳ. Πυθαγόρου δ ̓ ἐκ παίδων εἰς πᾶσαν μάθησιν ὄντος εὐφυοῦς, τὸν Μνήσαρχον ἀπαγαγεῖν αὐτὸν εἰς Τύρον, ἐκεῖ δὲ τοῖς Χαλδαίοις συστάντα μετασχεῖν τούτων ἐπιπλεῖον ποιῆσαι. Ἐπανελθόντα δ ̓ εἰς τὴν Ἰωνίαν ἐντεῦθεν τὸν Πυθαγόραν πρῶτον μὲν Φερεκύδῃ τῷ Συρίῳ ὁμιλῆσαι· δεύτερον δ ̓ Ἑρμοδάμαντι τῷ Κρεοφυλίῳ, ἐν Σάμῳ ἤδη γηράσκοντι. Λέγει δὲ ὁ Κλεάνθης ἄλλους εἶναι, οἵ τὸν πατέρα αὐτοῦ Τυρρηνὸν ἀποφαίνονται, τῶν τὴν Λῆμνον ἀποικησάντων (v. Aristot. fr. 1). Ἐντεῦθεν δὲ κατὰ πρᾶξιν εἰς Σάμον ἐλθόντα καταμεῖναι καὶ ἀστὸν γενέσθαι. Πλέοντος δὲ τοῦ Μνησάρχου εἰς τὴν Ἰταλίαν, συμπλεύσαντα Πυθαγόραν νέον ὄντα κομιδῇ, σφόδρα οὖσαν εὐδαίμονα* καὶ τόθ ̓ ὕστερον εἰς αὐτὴν ἀποπλεῦσαι. Καταλέγει δ ̓ αὐτοῦ καὶ ἀδελφοὺς δύο, Εὔνοστον καὶ Τυρρηνὸν πρεσβυτέρους.