Ancient Greek · ~6 min
Dfhg-Source dfhg3_NEANTHES_CYZICENUS_LYSIMACHUS
NEANTHES CYZICENUS. LYSIMACHUS, Fragmenta 31
Not analysed yet
Καὶ μὴν καὶ τοὺς Σύρους ἱστοροῦσι τὸ παλαιὸν ἀπέχεσθαι τῶν ζῴων, καὶ διὰ τοῦτο μηδὲ τοῖς θεοῖς θύειν· ὕστερον δὲ θῦσαι μὲν εἰς ἀποτροπήν τινων κακῶν, αὐτοὺς δὲ μηδὲ ὅλως προσίεσθαι τὴν σαρκοφαγίαν. Προϊόντος δὲ τοῦ χρόνου, ὥς φησι Νεάνθης ὁ Κυζικηνὸς καὶ Ἀσκλεπιάδης ὁ Κύπριος, κατὰ Πυγμαλίωνα, τὸν γένει μὲν Φοίνικα βασιλεύσαντα δὲ Κυπρίων, τὴν σαρκοφαγίαν παραδεχθῆναι ἐκ τῆς τοιαύτης παρανομίας. Λέγει δὲ ὁ Ἀσκληπιάδης ἐν τῷ Περὶ Κύπρου καὶ Φοινίκης ταῦτα· «Τὸ μὲν γὰρ πρῶτον οὐκ ἐθύετο τοῖς θεοῖς οὐδὲν ἔμψυχον, ἀλλ ̓ οὐδὲ νόμος ἦν περὶ τούτου διὰ τὸ νόμῳ φυσικῷ κεκωλῦσθαι· ὑπὸ δέ τινας καιροὺς πρῶτον ἱερεῖον θῦσαι μυθεύονται ψυχὴν ἀντὶ ψυχῆς αἰτουμένους, εἶτα τούτου γενομένου τοῦ ὁλοκαυτίζειν τὸ τυθέν. Ὕστερον δέ ποτε φλεγομένου τοῦ ἱερείου πεσεῖν σάρα εἰς γῆν, ἤν ἀνελόντα τὸν ἱερέα καὶ κατακαιόμενον, ἀβουλήτως προσαγαγεῖν τῷ στόματι τοὺς δακτύλους ἀκούμενον τὴν κατάκαυσιν· γευσάμενον δὲ τῆς κνίσσης, ἐπιθυμῆσαι καὶ μὴ ἀποσχέσθαι, ἀλλὰ καὶ τῇ γυναικὶ μεταδοῦναι. Γνόντα δὲ τοῦτο τὸν Πυγμαλίωνα αὐτόν τε καὶ τὴν γυναῖκα κατὰ κρημνῶν ἀφεῖναι, ἑτέρῳ δὲ τὴν ἱερωσύνην παραδοῦναι· ὃς οὐ πολλοῦ χρόνου διαλείποντος τὴν μὲν αὐτὴν θυσίαν ἔτυχεν ποιούμενος, ἐπεὶ δὲ τῶν αὐτῶν κρεῶν ἔφαγε, ταῖς αὐταῖς ἐκείνῳ συμφοραῖς περιέπιπτεν. Ἐπὶ πλέον δὲ τοῦ πράγματος προβαίνοντος, καὶ τῶν ἀνθρώπων τῇ θυσίᾳ χρωμένων καὶ διὰ τὴν ἐπιθυμίαν οὐκ ἀπεχομένων, ἀλλὰ τῆς σαρκὸς ἁπτομένων, οὐκ (scr. Οὕτω δὴ vel tale quid) ἀποστῆναι τοῦ κολάζειν. Τὸ μέντοι τῶν ἰχθύων ἀπέχεσθαι ἄχρι τῶν Μενάνδρου χρόνων τοῦ κωμικοῦ διέμεινε.»