Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.177-1.221
Nicander of Colophon, Θηριακά 1.177-221
Not analysed yet
Δοιοὶ δὲ σκυνίοισιν ὑπερφαίνουσι μέτωπον
οἷα τύλοι, τὸ δ’ ἔνερθεν ὑπαιφοινίσσεται ὄθμα
πολλὸν ὑπὸ σπείρης, ψαφαρὸς δ’ ἀναπίμπραται αὐχὴν
ἄκριτα ποιφύσσοντος, ὅτ’ ἀντομένοισιν ὁδουρὸς
ἄιδα προσμάξηται ἐπὶ ζαμενὲς κοτέουσα.
Τῆς ἤτοι πίσυρες κοῖλοι ὑπένερθεν ὀδόντες
ἀγκύλοι ἐν γναθμοῖς δολιχήρεες ἐρρίζωνται
ἰοδόκοι, μύχατος δὲ χιτὼν ὑμένεσσι καλύπτει·
ἔνθεν ἀμείλικτον γυίοις ἐνερεύγεται ἰόν.
Ἐχθρῶν που τέρα κεῖνα καρήασιν ἐμπελάσειε·
σαρκὶ γὰρ οὔτ’ ἐπὶ δάχμα φαείνεται, οὔτε δυσαλθὲς
οἶδος ἐπιφλέγεται, καμάτου δ’ ἄτερ ὄλλυται ἀνήρ·
ὑπνηλὸν δ’ ἐπὶ νῶκαρ ἄγει βιότοιο τελευτήν. —
Ἰχνεύμων δ’ ἄρα μοῦνος ἀκήριος ἀσπίδος ὁρμὴν
ἠμὲν ὅτ’ ἐς μόθον εἶσιν, ἀλεύεται, ἡδ’ ὅτε λυγρὰ
θαλπούσης ὄφιος κηριτρόφου ὤεα γαίῃ
πάντα διεσκήνιψε, καὶ ἐξ ὑμένων ἐτίναξε
δαρδάπτων, ὀλοοῖς δὲ συνερραθάγησεν ὀδοῦσι.
Μορφὴ δ’ ἰχνευτᾶο κινωπέτου οἷον ἀμυδρῆς
ἴκτιδος, ἥ τ’ ὄρνισι κατοικιδίῃσιν ὄλεθρον
μαίεται, ἐξ ὕπνοιο συναρπάζουσα πετεύρων,
ἔνθα λέχος τεύχονται ἐπίκριοι ἢ καὶ ἀφαυρὰ
τέκνα τιθαιβώσσουσιν ὑπὸ πλευρῇσι θέρουσαι.
Ἀλλ’ ὅταν Αἰγύπτοιο παρὰ θρυόεντας ἰάμνους
ἀσπίσι μῶλον ἔχωσιν ἀθέσφατον εἱλικοέσσαις,
αὐτίχ’ ὃ μὲν ποταμόνδε καθήλατο, τύψε δὲ κώλοις
τάρταρον ἰλυόεσσαν, ἄφαρ δ’ ἐφορύξατο γυῖα
πηλῷ, ἀλινδηθεὶς ὀλίγον δέμας, εἰσόκε λάχνην
σείριος ἀζήνῃ, τεύξῃ δ’ ἄγναπτον ὀδόντι.
Τῆμος δ’ ἠὲ κάρην λιχμήρεος ἑρπηστᾶο
σμερδαλέης ἔβρυξεν ἐπάλμενος, ἠὲ καὶ οὐρῆς
ἁρπάξας βρυόεντος ἔσω ποταμοῖο κύλισεν.
Εὖ δ’ ἂν ἐχιδνήεσσαν ἴδοις πολυδευκέα μορφὴν,
ἄλλοτε μὲν δολιχὴν, ὁτὲ παυράδα· τοῖον ἀέξει
Εὐρώπη τ’ Ἀσίη τε· τὰ δ’ οὐκ ἐπιείκελα δήεις.
Ἤτοι ἀν’ Εὐρώπην μὲν ὀλίζονα, καί θ’ ὑπὲρ ἄκρους
ῥώθωνας κεραοί τε καὶ ἀργίλιπες τελέθουσιν,
αἳ μὲν ὑπὸ Σκείρωνος ὄρη Παμβώνιά τ’ αἴπη,
Ῥυπαῖον, Κόρακός τε πάγον, πολιόν τ’ Ἀσέληνον·
Ἀσὶς δ’ ὀργυιόεντα καὶ ἐς πλέον ἑρπετὰ βόσκει,
οἷα περὶ τρηχὺν Βουκάρτερον, ἢ καὶ ἐρυμνὸς
Αἰσαγέης πρηὼν καὶ Κέρκαφος ἐντὸς ἐέργει.
Τῶν ἤτοι βρεχμοὶ μὲν ἐπὶ πλάτος, ἡδ’ ὑπὲρ ἄκρον
ὁλκαῖον σπείρης κολοβὴν ἐπελίσσεται οὐρὴν,
ἀργαλέαις φρίσσουσαν ἐπηετανὸν φολίδεσσι·