Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.222-1.263
Nicander of Colophon, Θηριακά 1.222-263
Not analysed yet
νωθεῖ δ’ ἔνθα καὶ ἔνθα διὰ δρυμὰ νίσσεται ὁλκῷ.
Πᾶς δέ τοι ὀξυκάρηνος ἰδεῖν ἔχις, ἄλλοτε μῆκος
μάσσων, ἄλλοτε παῦρος· ἀκιδνότερος δὲ κατ’ εὖρος
νηδύος, ἡ δὲ μύουρος ὑφ’ ἀλκαίη τετάνυσται,
ἴσως μὲν πεδανὴ δολιχοῦ ὑπὸ πείρασιν ὁλκοῦ,
ἴσως δ’ ἐκ φολίδων τετρυμένη· αὐτὰρ ἐνωπῆς
γλήνεα φοινίσσει τεθοωμένος, ὀξὺ δὲ δικρῇ
γλώσσῃ λιχμάζων νέατον σκωλύπτεται οὐρήν.
Κωκυτὸν δ’ ἐχιαῖον ἐπικλείουσιν ὁδῖται.
Τοῦ μὲν ὑπὲρ κυνόδοντε δύω χροῒ τεκμαίρονται
ἰὸν ἐρευγόμενοι· πλέονες δέ τοι αἰὲν ἐχίδνης.
Οὔλῳ γὰρ στομίῳ ἐμφύεται, ἀμφὶ δὲ σαρκὶ
ῥεῖά κεν εὐρυνθέντας ἐπιφράσσαιο χαλινούς.
Τῆς καὶ ἀπὸ πληγῆς φέρεται λίπει εἴκελος ἰχώρ,
ἄλλοτε δ’ αἱματόεις, τοτὲ δ’ ἄχροος· ἡ δ’ ἐπί οἱ σὰρξ
πολλάκι μὲν χλοάουσα βαρεῖ ἀναδέδρομεν οἴδει,
ἄλλοτε φοινίσσουσα, τότ’ εἴδεται ἄντα πελιδνή·
ἄλλοτε δ’ ὑδατόεν κυέει βάρος· αἱ δὲ χαμηλαὶ
πομφόλυγες ὡς εἴ τε περὶ φλύκταιναι ἀραιαὶ
οἷα πυρικμήτοιο χροὸς πλαδόωσιν ὕπερθεν.
Σηπεδόνες δέ οἱ ἀμφὶς ἐπίδρομοι, αἱ μὲν ἄτερθεν,
αἱ δὲ κατὰ πληγὴν ἰοειδέα λοιγὸν ἔασι.
Πᾶν δ’ ἐπί οἱ δριμεῖα δέμας καταβόσκεται ἄτη
ὀξέα πυρπολέουσα· κατ’ ἀσφάραγον δέ τε λυγμοὶ
κίονά τε ξυνιόντες ἐπασσύτεροι κλονέουσιν.
Ἀμφὶ καὶ εἰλίγγοις δέμας ἄχθεται· αἶψα δὲ γυίοις
ἀδρανίη βαρύθουσα καὶ ἰξύι μέρμερος ἵζει·
ἐν δὲ κάρῃ σκοτόεν βάρος ἵσταται· αὐτὰρ ὃ κάμνων
ἄλλοτε μὲν δίψῃ φάρυγα ξηραίνεται αὔῃ
πολλάκι δ’ ἐξ ὀνύχων ἴσχει κρύος, ἀμφὶ δὲ γυίοις
χειμερίη ζαλόωσα πέριξ βέβριθε χάλαζα.
Πολλάκι δὴ χολόεντας ἀπήρυγε νηδύος ὄγκους
ὠχραίνων δέμας ἀμφίς· ὁ δὲ νοτέων περὶ γυίοις
ψυχρότερος νιφετοῖο βολῆς περιχεύεται ἱδρώς.
Χροιὴν δ’ ἄλλοτε μὲν μολίβου ζοφοειδέος ἴσχει,
ἄλλοτε δ’ ἠερόεσσα, τότ’ ἄνθεσιν εἴσατο χαλκοῦ.
Εὖ δ’ ἂν καὶ δολόεντα μάθοις ἐπιόντα κεράστην
ἠύτ’ ἔχιν· τῷ γάρ τε δομὴν ἰνδάλλεται ἴσην.
Ἤτοι ὁ μὲν κόλος ἐστίν, ὁ δ’ αὖ κεράεσσι πεποιθὼς,
ἄλλοτε μὲν πισύρεσσιν, ὅτ’ ἐν δοιοῖσι κεράστης,
χροιῇ δ’ ἐν ψαφαρῇ λεπρύνεται, ἐν δ’ ἀμάθοισιν
ἢ καὶ ἀματροχιῇσι κατὰ στίβον ἐνδυκὲς αὔει.