Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.264-1.305
Nicander of Colophon, Θηριακά 1.264-305
Not analysed yet
Τῶν ἤτοι σπείρῃσιν ὃ μὲν θοὸς ἀντία θύνει
ἀτραπὸν ἰθεῖαν δολιχῷ μηρύγματι γαστρός·
αὐτὰρ ὅγε σκαιὸς μεσάτῳ ἐπαλίνδεται ὁλκῷ,
οἶμον ὁδοιπλανέων σκολιὴν τετρηχότι νώτῳ,
τράμπιδος ὁλκαίης ἀκάτῳ ἴσος, ἥ τε δι’ ἅλμης
πλευρὸν ὅλον βάπτουσα κακοσταθέοντος ἀήτεω
εἰς ἄνεμον βεβίηται ἀπόκρουστος λιβὸς οὔρῳ.
Τοῦ μὲν, ὅτ’ ἐμβρύξῃσιν, ἀεικέλιον περὶ νύχμα,
ἥλῳ ἐειδόμενον τυλόεν πέλει· αἱ δὲ πελιδναὶ
φλύκταιναι πέμφιξιν ἐειδόμεναι ὑετοῖο
δάχμα πέρι πλάζονται, ἀμυδρήεσσαι ἐς ὠπήν.
Ἤτοι ἀφαυρότερον τελέει πόνον, ἐννέα δ’ αὐγὰς
ἠελίου μογέων ἐπιόσσεται, οἷσι κεράστης
οὐλόμενος κακοεργὸν ἐνιχραύσῃ κυνόδοντα.
Διπλῷ δ’ ἐν βουβῶνι καὶ ἰγνύσιν ἀσκελὲς αὔτως
μόχθος ἐνιτρέφεται, πελιὸς δέ οἱ ἐμφέρεται χρώς·
τῶν δέ τε καμνόντων ὀλίγος περὶ ἄψεα θυμὸς
λείπεται ἐκ καμάτοιο· μόλις γε μὲν ἔκφυγον αἶσαν.
Σῆμα δέ τοι δάκεος αἱμορρόου αὖτις ἐνίσπω,
ὅς τε κατ’ ἀμβαθμοὺς πετρώδεας αἰὲν ἰαύει,
τρηχὺν ὑπάρπεζον θαλάμην ὀλιγήρεα τεύχων·
ἔνθ’ εἰλυθμὸν ἔχεσκεν, ἐπεί τ’ ἐκορέσσατο φορβῆς.
Μήκει μὲν ποδὸς ἴχνος ἰσάζεται, αὐτὰρ ἐπ’ εὖρος
τέτρυται μύουρος ἀπὸ φλογέοιο καρήνου,
ἄλλοτε μὲν χροιῇ ψολόεις, ὁτὲ δ’ ἔμπαλιν αἰθός.
Δειρὴν δ’ ἐσφήκωται ἅλις, πεδανὴ δέ οἱ οὐρὴ
ζαχρειὲς θλιφθεῖσα παρομφάλιος τετάνυσται.
Τοῦ μὲν ὑπὸ νιφόεντα κεράστα δοιὰ μετώπῳ
ἔγκειται πάρνοψι φάη λογάδας τι προσεικῆ·
σμερδαλέον δ’ ἐπί οἱ λαμυρὸν πέφρικε κάρηνον.
Δοχμὰ δ’ ἐπισκάζων ὀλίγον δέμας οἷα κεράστης
μέσσου ὅγ’ ἐκ νώτου βαιὸν πλόον αἰὲν ὀκέλλει,
γαίῃ ἐπιθλίβων νηδὺν, φολίσιν δὲ καὶ οἴμῳ
παῦρον ὑποψοφέων καλάμης χύσιν οἷα διέρπει.
Νύχματι δ’ ἀρχομένῳ μὲν ἐπιτρέχει ἄχροον οἶδος
κυάνεον· κραδίῃ δὲ κακὸν περιτέτροφεν ἄλγος·
γαστὴρ δ’ ὑδατόεσσα διέσσυτο, νυκτὶ δὲ πρώτῃ
αἷμα διὲκ ῥινῶν τε καὶ αὐχένος ἠδὲ δι’ ὤτων
πιδύεται, χολόεντι νέον πεφορυγμένον ἰῷ·
οὖρα δὲ φοινίσσοντα παρέδραμεν· αἱ δ’ ἐπὶ γυίοις
ὠτειλαὶ ῥήγνυνται, ἐπειγόμεναι χροὸς ἄτῃ.
Μή ποτέ τοι θήλει’ αἱμορροῒς ἰὸν ἐνείη·