Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.306-1.348
Nicander of Colophon, Θηριακά 1.306-348
Not analysed yet
τῆς γὰρ ὀδαξαμένης τὰ μὲν ἀθρόα πίμπραται οὖλα
ῥιζόθεν, ἐξ ὀνύχων δὲ κατείβεται ἀσταγὲς αἶμα·
οἱ δὲ φόνῳ μυδόεντες ἀναπλείουσιν ὀδόντες.
Εἰ δ’ ἔτυμον, Τροίηθεν ἰοῦσ’ ἐχαλέψατο φύλοις
Αἰνελένη, ὅτε νῆα πολύστροιβον παρὰ Νεῖλον
ἔστησαν βορέαο κακὴν προφυγόντες ὁμοκλήν,
ἦμος ἀποψύχοντα κυβερνητῆρα Κάνωβον
Θώνιος ἐν ψαμάθοις ἀθρήσατο· τύψε γὰρ εὐνῇ
αὐχέν’ ἀποθλιφθεῖσα καὶ ἐν βαρὺν ἤρυγεν ἰὸν
αἱμοροῒς θήλεια, κακὸν δέ οἱ ἔχραε κοῖτον.
Τῷ δ’ Ἑλένη μέσον ὁλκὸν ἐνέθλασε, θραῦσε δ’ ἀκάνθης
δεσμὰ πέριξ νωταία, ῥάχις δ’ ἐξέδραμε γυίων.
Ἐξόθεν αἱμορόοι σκολιοπλανέες τε κεράσται
οἶοι χωλεύουσι κακηπελίῃ βαρύθοντες.
Εὖ δ’ ἂν σηπεδόνος γνοίης δέμας, ἄλλο μὲν εἴδει
αἱμορόῳ σύμμορφον, ἀτὰρ στίβον ἀντί’ ὀκέλλει·
καὶ κεράων δ’ ἔμπλην δέμας ἄμμορον, ἡ δέ νυ χροιὴ
οἵη περ τάπιδος λασίῳ ἐπιδέδρομε τέρφει·
κράατι δ’ ἐμβαρύθει, ἐλάχεια δὲ φαίνεται οὐρὴ
ἐσσυμένῃ· σκολιὴν γὰρ ὁμῶς ἐπιτείνεται ἄκρην.
Τῆς δ’ ἤτοι ὀλοὸν καὶ ἐπώδυνον ἔπλετο ἕλκος
σηπεδόνος, νέμεται δὲ μέλας ὀλοφώιος ἰὸς
πᾶν δέμας, αὐαλέῃ δὲ περὶ χροῒ καρφομένη θρὶξ
σκίδναται, ὡς γήρεια καταψηχθέντος ἀκάνθης·
ἐκ μὲν γὰρ κεφαλῆς τε καὶ ὀφρύος ἀνδρὶ τυπέντι
ῥαίονται, βλεφάρων δὲ μέλαιν’ ἐξέφθιτο λάχνη·
ἅψεα δὲ τροχόεντες ἐπιστίζουσι μὲν ἀλφοὶ,
λεῦκαι τ’ ἀργινόεσσαν ἐπισσεύουσιν ἔφηλιν.
Ναὶ μὴν διψάδος εἶδος ὁμώσεται αἰὲν ἐχίδνῃ
παυροτέρης, θανάτου δὲ θοώτερος ἵξεται αἶσα,
οἷσιν ἐνισκίμψῃ βλοσυρὸν δάκος· ἤτοι ἀραιὴ
αἰὲν ὑποζοφόεσσα μελαίνεται ἄκροθεν οὐρή·
δάχματι δ’ ἐμφλέγεται κραδίη πρόπαν, ἀμφὶ δὲ καύσῳ
χείλε’ ὑπ’ ἀζαλέης αὐαίνεται ἄβροχα δίψης·
αὐτὰρ ὅγ’, ἠύτε ταῦρος ὑπὲρ ποταμοῖο νενευκὼς,
χανδὸν ἀμέτρητον δέχεται ποτὸν, εἰσόκε νηδὺς
ὀμφαλὸν ἐξέρρηξε, χέῃ δ’ ὑπεραχθέα φόρτον.
γύγιος δ’ ἄρα μῦθος ἐν αἰζηοῖσι φορεῖται,
ὡς, ὁπότ’ οὐρανὸν ἔσχε Κρόνου πρεσβίστατον αἷμα,
νειμάμενος κασίεσσιν ἑκὰς περικυδέας ἀρχὰς
ἰδμοσύνῃ νεότητα γέρας πόρεν ἡμερίοισι
κυδαίνων· δὴ γάρ ῥα πυρὸς ληΐστορ’ ἔνιπτον,
ἄφρονες· οὐ γὰρ τῆς γε κακοφραδίης ἀπόνηντο.