Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.349-1.395
Nicander of Colophon, Θηριακά 1.349-395
Not analysed yet
Νωθεῖς γὰρ κάμνοντες ἀμορβεύοντο λεπάργῳ
δῶρα· πολύσκαρθμος δὲ κεκαυμένος αὐχένα δίψῃ
ῥώετο· γωλειοῖσι δ’ ἰδὼν ὁλκήρεα θῆρα
οὐλοὸν ἐλλιτάνευε κακῇ ἐπαλαλκέμεν ἄτῃ
σαίνων· αὐτὰρ ὃ βρῖθος, ὃ δή ῥ’ ἀνεδέξατο νώτοις,
ᾔτεεν ἄφρονα δῶρον· ὃ δ’ οὐκ ἀπανήνατο χρειοῖ.
Ἐξοτε γηραλέον μὲν ἀεὶ φλόον ἑρπετὰ βάλλει
ὁλκήρη, θνητοὺς δὲ κακὸν περὶ γῆρας ὀπάζει·
νοῦσον δ’ ἀζαλέην βρωμήτορος οὐλομένη θὴρ
δέξατο, καί τε τυπῇσιν ἀμυδροτέρῃσιν ἰάπτει.
Νῦν δ’ ἄγε χερσύδροιο καὶ ἀσπίδος εἴρεο μορφὰς
ἰσαίας· πληγῇ δὲ κακήθεα σήμαθ’ ὁμαρτεῖ·
πᾶσα γὰρ ὑδαλέη ῥινὸς περὶ σάρκα μυσαχθὴς
νειόθι πιτναμένη μυδόεν τεκμήρατο νύχμα,
σηπεδόσι φλιδόωσα· τὰ δ’ ἄλγεα φῶτα δαμάζει
μυρία πυρπολέοντα· θοαὶ δ’ ἐπὶ γυῖα χέονται
πρηδόνες, ἄλλοθεν ἄλλαι ἐπημοιβοὶ κλονέουσαι.
Ὃς δ’ ἤτοι τὸ πρὶν μὲν ὑπὸ βροχθώδεϊ λίμνῃ
ἄσπειστον βατράχοισι φέρει κότον· ἀλλ’ ὅταν ὕδωρ
σείριος αὐήνῃσι, τρύγη δ’ ἐν πυθμένι λίμνης,
καὶ τόθ’ ὅγ’ ἐν χέρσῳ τελέθει ψαφαρός τε καὶ ἄχρους,
θάλπων ἠελίῳ βλοσυρὸν δέμας· ἐν δὲ κελεύθοις
γλώσσῃ ποιφύγδην νέμεται διψήρεας ὄγμους.
Τὸν δὲ μετ’ ἀμφίσβαιναν ὀλίζωνα βραδύθουσαν
δήεις ἀμφικάρηνον, ἀεὶ γλήνῃσιν ἀμυδρήν·
ἀμβλὺ γὰρ ἀμφοτέρωθεν ἐπιπρονένευκε γένειον
νόσφιν ἀπ’ ἀλλήλων· χροιή γε μὲν ἠύτε γαίης,
ῥωγαλέον φορέουσα περιστιβὲς αἰόλον ἔρφος.
Τὴν μὲν, ὅθ’ ἁδρύνηται, ὀροιτύποι οἷα βατῆρα
κόψαντες ῥάδικα πολυστεφέος κοτίνοιο
δέρματος ἐσκύλευσαν, ὅτε πρώτιστα πέφανται,
πρόσθε βοῆς κόκκυγος ἐαρτέρου· ἣ δ’ ὀνίνησι
ῥινῷ δυσπαθέοντας, ὅτ’ ἐν παλάμῃσιν ἀεργοῖς
μάλκαι ἐπιπροθέωσιν ὑπὸ κρυμοῖο δαμέντων,
ἠδ’ ὁπόταν νεύρων ξανάᾳ κεχαλασμένα δεσμά.
Δήεις καὶ σκυτάλην ἐναλίγκιον ἀμφισβαίνῃ
εἶδος, ἀτὰρ πάχετόν τε καὶ οὐτιδανὴν ἐπὶ σειρὴν
μάσσον’, ἐπεὶ σκυτάλης μὲν ὅσον σμινύοιο τέτυκται
στειλειὸν πάχετος, τῆς δ’ ἕλμινθος πέλει ὅλκος,
ἠὲ καὶ ἔντερα γῆς οἷα τρέφει ὄμβριμος αἶα.
Οὐδ’ ἄρ’, ὅταν χαράδρεια λίπῃ καὶ ῥωγάδα πέτρην
ἦρος ἀεξομένου ὁπόσ’ ἑρπετὰ γαῖα φαείνει,
ἀκρεμόνος μαράθοιο χυτὸν περιβόσκεται ἔρνος,
εὖτ’ ἂν ὑπ’ ἠελίοιο περὶ φλόον ἅψεα βάλλῃ,
ἀλλ’ ἥγ’ ἀρπέζαις τε καὶ ἐν νεμέεσσι πεσοῦσα
φωλεύει βαθύυπνος, ἀπ’ εἰκαίης δὲ βοτεῖται
γαίης, οὐδ’ ἀπὸ δίψος ἀλέξεται ἱεμένη περ.