Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.610-1.651
Nicander of Colophon, Θηριακά 1.610-651
Not analysed yet
Λάζεο δ’ ἀνθεμόεσσαν ἄφαρ τανύφυλλον ἐρείκην,
ἥν τε μελισσαῖος περιβόσκεται οὐλαμὸς ἕρπων·
καὶ μυρίκης λάζοιο νέον πανακαρπέα θάμνον,
μάντιν ἐν αἰζηοῖσι γεράσμιον· ᾗ ἐν Ἀπόλλων
μαντοσύνας Κοροπαῖος ἐθήκατο καὶ θέμιν ἀνδρῶν·
μὶξ δὲ κονυζῆεν φυτὸν ἔγχλοον, ἠδὲ καὶ ἀκτῆς
καυλοὺς ἠνεμόεντας, ἰδὲ πτίλα πολλὰ καὶ ἄνθη
σαμψούχου, κύτισόν τε καὶ εὐγλαγέας τιθυμάλλους·
πάντα δὲ λίγδῳ θρύπτε, καὶ ἐν σκαφίδεσσι δοχαίαις
φαρμάσσων μέθυ κεῖνο χοὸς δεκάτῃ ἐνὶ μοίρῃ.
Ἀλλ’ ἤτοι γερύνων καναχοὶ περίαλλα τοκῆες
βάτραχοι ἐν χύτρῃσι καθεψηθέντες ἄριστοι
βάμματι· πολλάκι δ’ ἧπαρ ἐνὶ σχεδίῃ ποθὲν οἴνῃ,
ἢ αὐτοῦ σίνταο κάρη κακὸν ἄλλοτε νύμφαις
ἐμπισθὲν, τοτὲ δ’ οἴνου ἐνὶ σταγόνεσσιν ἀρήξει.
Μὴ σύ γ’ ἑλιχρύσοιο λιπεῖν πολυδευκέος ἄνθην,
κόρκορον ἢ μύωπα, πανάκτειόν τε κονίλην,
ἥν τε καὶ Ἡράκλειον ὀρίγανον ἀμφὶς ἔπουσι·
σὺν καὶ ὄνου πετάλειον ὀριγάνου, αὖά τε θύμβρης
στρομβεῖα ψώχοιο, κακῆς ἐμφόρβια νούσου.
Ἄγρει μὰν ὀλίγαις μηκωνίσι ῥάμνον ἐίσην
ἐρσομένην, ἀργῆτι δ’ ἀεὶ περιδέδρομεν ἄνθῃ·
τὴν ἤτοι φιλεταιρίδ’ ἐπίκλησιν καλέουσιν
ἀνέρες, οἱ Τμώλοιο παραὶ Γύγαό τε σῆμα
Παρθένιον ναίουσι λέπας, τόθι Κίλβιν ἀεργοὶ
ἵπποι χιλεύουσι καὶ ἀντολαί εἰσι Καύστρου.
Νῦν δ’ ἄγε τοι ῥίζας ἐρέω ἐχίεσσιν ἀρωγούς.
Ἔνθα δύω ἐχίεια πιφαύσκεο· τῆς δὲ τὸ μέν που
ἀγχούσῃ προσέοικεν ἀκανθῆεν πετάλειον·
παῦρον ἐπεὶ, τυτθὸν δὲ καὶ ἐν χθονὶ πυθμένα τείνει.
Ἡ δ’ ἑτέρη πετάλοισι καὶ ἐν καυλοῖσι θάλεια,
ὑψηλή· ὀλίγῳ δὲ πέριξ καλχαίνεται ἄνθει·
βλάστη δ’ ὡς ἔχιος, σφεδανὸν δ’ ἐφύπερθε, κάρηαρ.
Τῶν μὲν ἀπ’ ἀνδρακάδα προταμὼν ἰσήρεα χραισμεῖν
ἢ σφέλαι ἢ ὅλμῳ κεάσας ἢ ῥωγάδι πέτρῃ.
Καί τε σύ γ’ ἠρύγγοιο καὶ ἀνθήεντος ἀκάνθου
ῥίζεα λειήναιο, φέροις δ’ ἰσορρεπὲς ἄχθος
ἀμφοῖιν κλώθοντος ἐν ἀρπέζῃσιν ἐρίνου·
λάζεο δ’ εὐκνήμοιο κόμην βρίθουσαν ὀρείου
καὶ σπέραδος Νεμεαῖον ἀειφύλλοιο σελίνου·
σὺν δὲ καὶ ἀννήσοιο τὸ διπλόον ἄχθος ἀείραι
ῥίζαις ὁλκήεσσαν ὑπὸ πλάστιγγα πεσοῦσαν·