Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.652-1.694
Nicander of Colophon, Θηριακά 1.652-694
Not analysed yet
καὶ τὰ μὲν ὀργάζοιο, καὶ εἰν ἑνὶ τεύχεϊ μίξας
ἄλλοτε μέν τ’ ἐχίων ὀλοὸν σίνος, ἄλλοτε τύμμα
σκορπιόεν, τοτὲ δάχματ’ ἐπαλθήσαιο φάλαγγος,
τριπλόον ἐνθρύπτων ὀδελοῦ βάρος ἔνδοθεν οἴνης.
Φράζεο δ’ αἰγλήεντα χαμαίλεον ἠδὲ καὶ ὀρφνόν·
δοιοὶ δ’ ἀμφὶς ἔασιν· ὁ μὲν ζοφοείδελος ὠπὴν
ἤικται σκολύμῳ, τροχεὴν δ’ ἀπεχεύατο χαίτην·
ῥίζα δέ οἱ βριαρή τε καὶ αἴθαλος, ἠδ’ ὑπὸ κνημοῖς
σκοιοῖς ἐντελέθει φυξήλιος ἢ νεμέεσσι.
Τὸν δ’ ἕτερον δήεις αἰεὶ πετάλοισιν ἀγαυρόν·
μέσση δ’ ἐν κεφαλὴ δύεται πεδόεσσα, μολοβρή·
ῥίζα δ’ ὑπαργήεσσα, μελίζωρος δὲ πάσασθαι.
Τῶν δὴ κυανέην μὲν ἀναίνεο, τῆς δ’ ἀπὸ φάρσος
δραχμαῖον ποταμοῖο πιεῖν ὑδάτεσσι ταράξας.
Ἄλλην δ’ Ἀλκιβίοιο φερώνυμον ἀγρέο ποίην,
δράχμα χερὸς πλήσας, παύρῳ δ’ ἐν νέκταρι πίνειν.
Τὴν μὲν ὑπὸ σκοπέλοισι Φαλακραίοις ἴδ’ ἐπακτὴρ
Κρύμνης ἀμπεδίον καὶ ἀνὰ Γράσον, ἠδ’ ἵνα θ’ ἵππου
λειμῶνες σκυλάκεσσιν Ἀμυκλαίῃσι κελεύων·
κνυζηθμὸν κυνὸς οὖλον ἐπήισε θυμολέοντος,
ὅς τε μεταλλεύων αἰγὸς ῥόθον ἐν στίβῳ ὕλης
κανθῷ ἐνὶ ῥαντῆρι τυπὴν ἀνεδέξατ’ ἐχίδνης·
καὶ τὴν μὲν κλάγξας ἀφ’ ἑκὰς βάλε, ῥεῖα δὲ ποίης
φύλλα κατέβρυξεν, καὶ ἀλεύατο φοινὸν ὄλεθρον.
Ἆσαι δ’ ἔγχλοα φλοιὸν ἐλαιήεντα κρότωνος
συμμίγδην πετάλοισι μελισσοφύτοιο δασείης,
ἠὲ καὶ ἠελίοιο τροπαῖς ἰσώνυμον ἔρνος,
ἥ θ’ Ὑπεριονίδαο παλινστρέπτοιο κελεύθους
τεκμαίρει γλαυκοῖσιν ἴσον πετάλοισιν ἐλαίης.
Αὕτως δὲ ῥίζαν κοτυληδόνος, ἥ τ’ ἀνὰ κρυμὸν
ῥηγνυμένων ὀλοφυδνὰ διήφυσε ποσσὶ χίμετλα.
Δήποτε δ’ ἢ βλωθροῖο πυρίτιδος ἔγχλοα φύλλα,
ἢ σκολοπενδρείοιο φέρειν ἀπὸ καυλὸν ἀμήσας.
Ἄγρει καὶ πάνακες Φλεγυήιον, ὅρρα τε πρῶτος
Παιήων Μέλανος ποταμοῦ παρὰ χεῖλος ἄμερξεν,
Ἀμφιτρυωνιάδαο θέρων Ἰφικλέος ἕλκος,
εὖτε σὺν Ἡρακλῆι κακὴν ἐπυράκτεεν ὕδρην.
Εἰ δὲ σύ γε σκύλακας γαλέης ἢ μητέρα λαιδρὴν
ἀγρεύσαις πρόσπαιον, ἀποσκύλαιο δὲ λάχνην
καρχαλέου καθύπερθε πυρὸς σελάοντος ἀυτμῇ,
τῆς δ’ ἐξ ἔγκατα πάντα βαλὼν καὶ ἀφόρδια γαστρὸς
φύρσον ἁλὸς δίοιο, καὶ ἠελίου δίχα τέρσαι,
μή τοι ἐνισκήλῃ νεαρὸν σκίναρ ὠκὺς ἀίξας.