Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.695-1.736
Nicander of Colophon, Θηριακά 1.695-736
Not analysed yet
Ἀλλ’ ὁπόταν χρειώ σε κατεμπάζῃ μογέοντα,
σῶχε διὰ κνήστι σκελετὸν ῥάκος οἷά τ’ ἀφαυρὸν
σίλφιον ἢ στροφάλιγγα περιξήροιο γάλακτος
οἴνῳ ἐπικνήθων· τὸ δέ τοι προφερέστατον ἄλλων
ἐσσεῖται· πάσας γὰρ ὁμῶς ἀπὸ κῆρας ἐρύξει.
Πεύθεο δ’ εἰναλίης χέλυος κρατέουσαν ἀρωγὴν
δάχματος εἶαρ ἔμεν δολιχῶν ὅσα φῶτας ἀνιγροὺς
ἑρπετὰ σίνονται· τὸ δέ τοι μέγ' ἀλέξιον εἴη.
Ἤτοι ὅταν βροτολοιγοῦ ὑπὲκ πόντοιο χελύνην
αἰγιαλῶν ἐρύσωσιν ἐπὶ ξερὸν ἀσπαλιῆες,
τὴν δ’ ἀνακυπώσας κεφαλῆς ἀπὸ θυμὸν ἀράξαι
μαύλιδι χαλκείῃ, βλοσυρὸν δ’ ἐξ αἷμα χέασθαι
ἐν κεράμῳ νεοκμῆτι καμινόθεν· ἐκ δὲ πελιδνὸν
οὐρὸν ἀπηθῆσαι πλαδάον λαεργέι μάκτρῃ·
ἧς ὕπο δὴ τέρσαιο διατρυφὲς αἷμα κεδάσσας
δραχμάων πισύρων μίσγων βάρος· ἐν δὲ κυμίνου
δοιὰς ἀγροτέροιο, καὶ ἐκ ταμίσοιο λαγωοῦ
τετράμορον δραχμῇσι δύω καταβάλλεο βρῖθος.
Ἔνθεν ἀποτμήγων πιέειν δραχμαῖον ἐν οἴνῃ.
Καὶ τάδε μέν τ’ ὀφίεσσιν ἀλεξητήρια δήεις.
Ἔργα δέ τοι σίνταο περιφράζοιο φάλαγγος
σήματά τ’ ἐν βρυχμοῖσιν· ἐπεί ῥ’ ὃ μὲν αἰθαλόεις ῥὼξ
κέκληται, πισσῆεν, ἐπασσυτέροις ποσὶν ἕρπον·
γαστέρι δ’ ἐν μεσάτῃ ὀλοοῖς ἔσκληκεν ὀδοῦσι.
Τοῦ δὲ καὶ ἐγχρίμψαντος ἀνουτήτῳ ἴκελος χρὼς
μίμνει ὅμως, τὰ δ’ ὕπερθε φάη ὑποφοινίσσονται·
φρίκη δ’ ἐν ῥέθεϊ σκηρίπτεται· αὐτίκα δὲ χρὼς
μέζεά τ’ ἀνδρὸς ἔνερθε τιταίνεται, ἐν δέ τε καυλὸς
φύρματι μυδαλέος προϊάπτεται· ἰσχία δ’ αὔτως
μάλκη ἐνισκίμπτουσα κατήριπεν ἔχμα τε γούνων.
Ἀστέριον δέ φιν ἄλλο πιφαύσκεο, τεῦ τ’ ἐπὶ νώτῳ
λεγνωταὶ στίλβουσι διαυγέες ἐν χροῒ ῥάβδοι·
βρύξαντος δ’ ἀίδηλον ἐπέδραμεν ἀνέρι φρίκη·
ἐν δὲ κάρος κεφαλῇ, γούνων δ’ ὑποέκλασε δεσμά.
Κυάνεον δέ τοι ἄλλο πεδήορον ἀμφὶς ἀίσσει
λαχνῆεν· δεινὸν δὲ φέρει καὶ ἐπὶ χροῒ νύχμα,
ὅντινα γυιώσει· κραδίῃ δέ οἱ ἐν βάρος ἵζει·
νὺξ δὲ περὶ κροτάφοις· ἔμετον δ’ ἐξήρυγε δειρῆς
λοιγὸν, ἀραχνήεντα· νέμει δέ οἱ ἐγγὺς ὄλεθρον.
Ἀγρώστης γε μὲν ἄλλος, ὃ δὴ λύκου εἴσατο μορφῇ
μυιάων ὀλετῆρος· ὀπιπτεύει δὲ μελίσσας,
ψῆνας, μύωπάς τε καὶ ὅσσ’ ἐπὶ δεσμὸν ἵκηται.