Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.737-1.779
Nicander of Colophon, Θηριακά 1.737-779
Not analysed yet
Ἄκμητον δ’ ἐπὶ τύμμα φέρει μεταμώνιον ἀνδρί.
Ἄλλο γε μὴν δύσδηρι, τὸ δὴ σφήκειον ἔπουσι,
πυρσὸν ἅλις, σφηκὶ προσαλίγκιον ὠμοβορῆι,
ὃς δὴ θαρσαλέην γενεὴν ἐκμάσσεται ἵππου·
ἵπποι γὰρ σφηκῶν γένεσις, ταύρων δὲ μέλισσαι
σκήνεσι πυθομένοισι λυκοσπάδες ἐξεγένοντο.
Τοῦ δὲ καὶ οὐτήσαντος ἐπὶ κρατερὸν θέει οἶδος,
νοῦσοί τ’ ἐξέτεραι, μετὰ γούνασι δ’ ἄλλοτε παλμὸς,
ἄλλοτε δ’ ἀδρανίη· μινύθοντα δὲ τόνδε δαμάζει
ἐσχάτιον κακοεργὸς ἄγων παυστήριον ὕπνος.
Εἰ δ’ ἄγε μυρμήκειον, ὃ δὴ μύρμηξιν ἔικται,
δειρῇ μὲν πυρόειν, ἄζῃ γε μὲν εἴσατο μορφὴν,
πάντοθε δ’ ἀστερόεντι περιστιγὲς εὐρέι νώτῳ·
αἰθαλέη δ’ ἐπὶ τυτθὸν ἀείρεται αὐχένι κόρση·
ἄλγεα δὲ προτέροισιν ἴσα κνώπεσσι πελάζει.
Χειροδρόποι δ’ ἵνα φῶτες ἄτερ δρεπάνοιο λέγονται
ὄσπρια χέδροπά τ’ ἄλλα μεσοχλόου ἐντὸς ἀρούρης,
ἔνθα δ’ ἐπασσύτερα φλογερῇ εἰλυμένα χροιῇ
εἴκελα κανθαρίδεσσι φαλάγγια τυτθὰ δίενται.
Τοῦ μὲν ὅμως ἔμμοχθον ἀεὶ περὶ δάχμα χέονται
φλύκταιναι· κραδίη δὲ παραπλάζουσα μέμηνε·
γλῶσσα δ’ ἄτακτα λέληκε· παρέστραπται δὲ καὶ ὄσσε.
Φράζεο δ’ Αἰγύπτοιο τά τε τρέφει οὐλοὸς αἶα
κνώδαλα, φαλλαίνῃ ἐναλίγκια, τὴν περὶ λύχνους
ἀκρόνυχος δειπνητὸς ἐπήλασε παιφάσσουσαν·
στεγνὰ δέ οἱ πτερὰ πάντα καὶ ἔγχνοα, τοῖα κονίης
ἢ καὶ ἀπὸ σπληδοῖο φαείνεται ὅστις ἐπαύρῃ.
τῷ ἴκελος Περσεῖος ὑποτρέφεται πετάλοισι·
τοῦ καὶ σμερδαλέον νεύει κάρη αἰὲν ὑποδρὰξ
ἐσκληκὸς, νηδὺς δὲ βαρύνεται· αὐτὰρ ὃ κέντρον
αὐχένι τ’ ἀκροτάτῳ κεφαλῇ τ’ ἐνεμάξατο φωτός·
ῥεῖα δέ κεν θανάτοιο καὶ αὐτίκα μοῖραν ἐφείη.
Εἰ δ’ ἄγε καὶ κέντρῳ κεκορυθμένον ἀλγινόεντι
σκορπίον αὐδήσω καὶ ἀεικέα τοῖο γενέθλην.
Τῶν ἤτοι λευκὸς μὲν ἀκήριος οὐδ’ ἐπιλωβής.
Πυρσὸς δ’ ἐν γενύεσσι θοὸν προσεμάξατο καῦσον
ἀνδράσιν αἰθαλόεντα· περισπαίρουσι δὲ λώβαις
οἷα πυρίβλητοι· κρατερὸν δ’ ἐπὶ δίψος ὄρωρεν.
Αὐτὰρ ὅ γε ζοφόεις ἄραδον κακὸν ὤπασε τύψας
ἀνδρί· παραπλῆγες δὲ καὶ ἄφραστοι γελόωσιν.
Ἄλλος δὲ χλοάων τε, καὶ ὁππότε γυῖον ἀράξῃ,
φρῖκας ἐπιπροΐησι· κακὴ δ’ ἐπὶ τοῖσι χάλαζα
εἴδεται ἐμπλάζουσα, καὶ ἢν μέγα σείριος ἄζῃ·