Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.780-1.821
Nicander of Colophon, Θηριακά 1.780-821
Not analysed yet
τοίη οἱ κέντροιο κόπις, τοίῳ δ’ ἐπὶ κέντρῳ
σφόνδυλοι ἐννεάδεσμοι ὑπερτείνουσι κεραίης.
Ἄλλος δ’ ἐμπέλιος —φορέει δ’ ὑπὸ βοσκάδα νηδὺν
εὐρεῖαν, δὴ γάρ τε ποηφάγος αἰὲν ἄητος,
γαιοφάγος —βουβῶσι τυπὴν ἀλίαστον ἰάπτει·
τοίη οἱ βούβρωστις ἐνέσκληκεν γενύεσσι.
Τὸν δ’ ἕτερον δήεις ἐναλίγκιον αἰγιαλῆι
καρκίνῳ, ὃς μνία λεπτὰ ῥόθον τ’ ἐπιβόσκεται ἅλμης.
Ἄλλοι δ’ αὖ ῥαιβοῖσιν ἰσήρεες ἄντα παγούροις
γυῖα βαρύνονται· βαρέαι δ’ ἐσκλήκασι χηλαὶ,
οἷά τε πετραίοισιν ἐποκριόωσι παγούροις·
τῶν δὴ καὶ γενεὴν ἐξέμμορον, εὖτε λίπωσι
πέτρας καὶ βρύα λεπτὰ πολυστίοιο θαλάσσης,
τοὺς ἁλὸς ἐξερύουσι δελαστρέες ἰχθυβολῆες·
αὐτίκα δ’ ἀγρευθέντες ἐνὶ γρώνῃσιν ἔδυσαν
μυοδόκοις, ἵνα τέκνα κακοφθόρα τῶνδε θανόντων
σκορπίοι ἐξεγένοντο καθ’ ἕρκεα λωβητῆρες.
Τὸν δὲ μελίχλωρον· τοῦ μὲν προμελαίνεται ἄκρη
σφόνδυλος, ἄσβεστον δὲ νέμει πολυκήριον ἄτην.
Ἔχθιστος δ’, ὅ τε ῥαιβὰ φέρει φλογὶ εἴκελα γυῖα,
ἀνδράσι, νηπιάχοις δὲ παρασχεδὸν ἤγαγεν αἶσαν·
οἷς δὴ καὶ νώτοισι περὶ πτερὰ λευκὰ χέονται
μάστακι σιτοβόρῳ ἐναλίγκια, τοί θ’ ὑπὲρ ἄκρων
ἱπτάμενοι ἀθέρων λεπυρὸν στάχυν ἐκβόσκονται,
Πήδασα καὶ Κισσοῖο κατὰ πτύχας ἐμβατέοντες.
Οἶδά γε μὴν φράσσασθαι ἀλέξια τοῖο βολάων,
οἷάπερ ἐκ βέμβικος ὀρεστέρου ἠὲ μελίσσης,
ᾗ τε καὶ ἐκ κέντρου θάνατος πέλει, εὖτε χαράξῃ
ἄνδρα πέριξ σίμβλοιο πονεύμενον ἠὲ καὶ ἀγροῖς·
κέντρον γὰρ πληγῇ περικάλλιπεν ἐμματέουσα,
κέντρον δὲ ζωήν τε φέρει θάνατόν τε μελίσσαις·
οἶδά γε μὴν καὶ ἴουλος ἃ μήδεται ἠδ’ ὀλοὸς σφὴξ,
πεμφρηδὼν ὀλίγη τε, καὶ ἀμφικαρὴς σκολόπενδρα,
ἥ τε καὶ ἀμφοτέρωθεν ὀπάζεται ἀνδράσι κῆρα,
νήϊά θ’ ὡς σπέρχονται ὑπὸ πτερὰ θηρὶ κιούσῃ·
τυφλήν τε σμερδνήν τε βροτοῖς ἐπὶ λοιγὸν ἄγουσαν
μυγαλέην, τροχιῇσιν ἐνιθνήσκουσαν ἁμάξης.
Σῆπά γε μὴν πεδανοῖσιν ὁμὴν σαύροισιν ἀλύξαις,
καὶ σαλαμάνδρειον δόλιον δάκος αἰὲν ἀπεχθὲς,
ἥ τε καὶ ἀσβέστοιο διὲκ πυρὸς οἶμον ἔχουσα
ἔσσυται ἄκμητος καὶ ἀνώδυνος· οὐδέ τί οἱ φλὸξ
σίνεται ἀσβέστη ῥαγόεν δέρος ἄκρα τε γυίων.