Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.822-1.865
Nicander of Colophon, Θηριακά 1.822-865
Not analysed yet
Ναὶ μὴν οἶδ’ ὅσα πόντος ἁλὸς ῥόχθοισιν ἑλίσσει,
σμυραίνης δ’ ἔκπαγλον· ἐπεὶ μογεροὺς ἁλιῆας
πολλάκις ἐμπρήσασα κατεπρήνιξεν ἐπάκτρου
εἰς ἅλα φυζηθέντας ἐχετλίου ἐξαναδῦσα,
εἰ ἔτυμον κείνην γε σὺν οὐλοβόροις ἐχίεσσι
θόρνυσθαι, προλιποῦσαν ἁλὸς νομὸν, ἠπείροισι.
Τρυγόνα μὴν ὀλοεργὸν, ἁλιρραίστην τε δράκοντα
οἶδ’ ἀπαλέξασθαι· φορέει γε μὲν ἄλγεα τρυγὼν,
ἦμος ἐν ὁλκαίοισι λίνοις μεμογηότα κέντρῳ
ἐργοπόνον τύψῃσιν, ἢ ἐν πρέμνοισι παγείῃ
δενδρείου, τό τε πολλὸν ἀγαυρότατον θαλέθῃσι·
τοῦ μὲν ὑπὸ πληγῇσιν ἅτ’ ἠελίοισι δαμέντος
ῥίζαι, σὺν δέ τε φυλλὰς ἀποφθίνει· ἀνδρὶ δὲ σάρκες
πυθόμεναι μινύθουσι· λόγος γε μὲν, ὥς ποτ’ Ὀδυσσεὺς
ἔφθιτο λευγαλέοιο τυπεὶς ἁλίου ὑπὸ κέντρου.
Οἷσιν ἐγὼ τὰ ἕκαστα διείσομαι ἄρκια νούσων.
Δὴ γὰρ ὅτ’ ἀγχούσης θριδακηίδα λάζεο χαίτην,
ἄλλοτε πενταπέτηλον, ὅτ’ ἄνθεα φοινὰ βάτοιο,
ἄρκτιον, ὀξαλίδας τε, καὶ ὀρμενόεντα λυκαψὸν,
κίκαμά τ’, ὄρδειλόν τε περιβρυὲς, ἐν δὲ χαμηλὴν
ῥεῖα πίτυν, φηγοῦ τε βαθὺν περὶ φλοιὸν ἀράξας,
σὺν δ’ ἄρα καυκαλίδας τε, καὶ ἐκ σταφυλίνου ἀμήσας
σπέρματα, καὶ τρεμίθοιο νέον πολυειδέα καρπόν·
ἢ ἔτι καὶ φοινίσσον ἁλὸς καταβάλλεο φῦκος,
ἀχραές τ’ ἀδίαντον, ἵν’ οὐκ ὄμβροιο ῥαγέντος
λεπταλέη πίπτουσα νοτὶς πετάλοισιν ἐφίζει.
Εἰ δ’ ἄγε καὶ σμυρνεῖον ἀειβρυὲς ἢ σύ γε ποίης
λευκάδος ἠρύγγου τε τάμοις ἀθερηίδα ῥίζαν,
ἄμμιγα καχρυφόρῳ λιβανωτίδι· μηδ’ ἀπαρίνη,
μηδ’ ἔτι κουλυβάτεια περιβρίθουσά τε μήκων
θυλακὶς ἢ ἐπιτηλὶς ἐπὶ χραίσμῃσιν ἀπείη.
Σὺν δὲ κράδης κυέουσαν ἀποτμήξαιο κορύνην,
ἢ αὐτοὺς κόκκυγας ἐρινάδος, οἵ τε πρὸ ἄλλης
γογγύλοι ἐκφαίνουσιν ἀνοιδείοντες ὀπώρης.
Λάζεο καὶ πυράκανθαν, ἰδὲ φλόμου ἀργέος ἄνθην,
ἄμμιγα δ’ αἰγίλοπός τε χελιδονίου τε πέτηλα,
δαύκειον, ῥίζαν τε βρυωνίδος, ἥ καὶ ἔφηλιν
θηλυτέρης ἐχθρήν τε χροῆς ὠμόρξατο λεύκην.
Ἐν δὲ περιστερόεντα κατασμώξαιο πέτηλα,
ἢ καὶ ἀλεξιάρης πτόρθους ἀπαμείρεο ῥάμνου·
μούνη γὰρ δὴ σπεῖρα βροτῶν ἀπὸ κῆρας ἐρύκει.
Ναὶ μὴν παρθενίοιο νεοδρέπτους ὀροδάμνους,
κόρκορον ἢ πεταλῖτιν ἀμέργεο, πολλάκι μίλτου
Λημνίδος, ἥ πάσῃσι πέλει θελκτήριον ἄταις.