Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0022.tlg001.1st1K-grc1, lines 1.866-1.908
Nicander of Colophon, Θηριακά 1.866-908
Not analysed yet
Δήποτε καὶ σικύοιο τάμοις ἐμπευκέα ῥίζαν
ἀγροτέρου· νηδὺν δὲ καὶ ἐμβρίθουσαν ἀνίης
ἤμυνεν καὶ καρπὸς ἐυρρήχου παλιούρου,
σὺν καὶ ἀκανθοβόλος χαίτη, νεαλεῖς τ’ ὀρόβακχοι
σίδης, ὑσγινόεντας ἐπιμύοντας ὀλόσχους
αὐχενίους ἵνα λεπτὰ πέριξ ἐνερεύθεται ἄνθη·
ἄλλοτε δ’ ὕσσωπός τε καὶ ἡ πολύγουνος ὄνωνις,
φύλλα τε τηλεφίοιο, νέον τ’ ἐν βότρυσι κλῆμα,
ἀγλῖθες, καὶ καρπὸς ὀρειγενέος κορίοιο,
ἢ καὶ λεπτοθρίοιο πολύχνοα φύλλα κονύζης.
Πολλάκι δ’ ἢ πέπεριν κόψας νέον ἢ ἀπὸ Μήδων
κάρδαμον ἐμπίσαιο· σὲ δ’ ἂν πολυάνθεα γλήχων,
τρύχνον τ’, ἠδὲ σίνηπι κακηπελέοντα σαώσαι.
Ἄγρει καὶ πρασιῆς χλοερὸν πράσον, ἄλλοτε δ’ αὐτῆς
σπέρμ’ ὀλοὸν κνίδης, ἥ θ’ ἑψίη ἔπλετο κούροις·
σὺν καί που νιφόεν σκίλλης κάρη, αὖά τε βολβῶν
σπείρεα, καὶ καυλεῖον ὁμοκλήτοιο δράκοντος,
ῥάμνου τ’ ἀσπαράγους θαμνίτιδος, ἠδ’ ὅσα πεῦκαι
ἀργότεραι στρόμβοισιν ὑπεθρέψαντο ναπαῖαι.
Εἰ δὲ, σύ γ’ ἐκ ποίης ἀβληχρέος ἔγχλοα ῥίζαν
θηρὸς ἰσαζομένην τμήξαις ἰοειδέι κέντρῳ
σκορπίου, ἠὲ σίδας Ψαμαθηίδας, ἅς τε Τράφεια
Κῶπαί τε λιμναῖον ὑπεθρέψαντο παρ’ ὕδωρ,
ᾗπερ Σχοινῆός τε ῥόος Κνώποιό τε βάλλει,
ὅσσα θ’ ὑπ’ Ἰνδὸν χεῦμα πολυφλοίσβοιο Χοάσπεω
πιστάκι’ ἀκρεμόνεσσιν ἀμυγδαλόεντα πέφανται·
κυκλαμίδας, σὺν δ’ αἰθὰ βάλοις φιμώδεα μύρτα,
κάρφεά θ’ ὁρμίνοιο καὶ ἐκ μαράθου βρυόεντος,
εἰρύσιμόν τε καὶ ἀγροτέρου σπερμεῖ’ ἐρεβίνθου
σὺν χλοεροῖς θάμνοισι βαλὼν βαρυώδεα ποίην.
Ναὶ μὴν καὶ σίσυμβρα πέλει μειλίγματα νούσων,
σὺν δὲ μελιλλώτοιο νέον στέφος, ἠδ’ ὅσα χαύνης
οἰνάνθης βρύα λευκὰ καταψήχουσι νομῆες,
ὅσσα τε λυχνὶς ἔνερθεν ἐρευθήεις τε θρυαλλὶς
καὶ ῥόδον, ἡδ’ ἴα λεπτὸν ὅσον σπερμεῖον ἀέξει.
Ἢ καὶ πουλύγονον λασίων ὑπάμησον ἰάμνων,
ψίλωθρον, καρπόν τε πολυθρήνου ὑακίνθου,
ὃν Φοῖβος θρήνησεν, ἐπεί ῥ’ ἀεκούσιος ἔκτα
παῖδα βαλὼν προπάροιθεν Ἀμυκλαίου ποταμοῖο,
πρωθήβην Ὑάκινθον, ἐπεὶ σόλος ἔμπεσε κόρσῃ
πέτρου ἀφαλλόμενος, νέατον δ’ ἤραξε κάλυμμα.
Σὺν δέ τε καὶ τριπέτηλον ὀποῖό τε δάκρυα βάλλοις
τρισσοῖς ὁλκήεσσιν ἰσοζυγέων ὀδελοῖσιν·